Η´ κανών Γ´ Οἰκουμενικῆς Συνόδου διά τοῦ ὁποίου κατοχυροῦται

Η´ κανών Γ´ Οἰκουμενικῆς Συνόδου διά τοῦ ὁποίου κατοχυροῦται

 «Πρᾶγμα παρά τούς ἐκκλησιαστικούς θεσμούς καί τούς κανόνας τῶν ἁγίων ᾿Αποστόλων καινοτομούμενον, καί τῆς πάντων ἐλευθερίας ἁπτομένον, προσήγγειλεν ὁ θεοφιλέστατος συνεπίσκοπος Ρηγῖνος, καί οἱ σύν αὐτῷ θεοφιλέστατοι ἐπίσκοποι τῆς Κυπρίων ἐπαρχίας, Ζήνων καί Εὐάγριος.

῞Οθεν, ἐπειδή τά κοινά πάθη μείζονος δεῖται τῆς θεραπείας, ὡς καί μείζονα τήν βλάβην φέροντα, καί μάλιστα εἰ μηδέ ἔθος ἀρχαῖον παρηκολούθησεν, ὥστε τόν ἐπίσκοπον τῆς ᾿Αντιοχέων πόλεως τάς ἐν Κύπρῳ ποιεῖσθαι χειροτονίας, καθά διά τῶν λιβέλλων καί τῶν οἰκείων φωνῶν ἐδίδαξαν οἱ εὐλαβέστατοι ἄνδρες, οἱ τήν πρόσοδον τῇ ἁγίᾳ συνόδῳ ποιησάμενοι, ἕξουσι τό ἀνεπηρέαστον καί ἀβίαστον οἱ τῶν ἁγίων ἐκκλησιῶν, τῶν κατά τήν Κύπρον, προεστῶτες, κατά τούς κανόνας τῶν ὁσίων Πατέρων, καί τήν ἀρχαίαν συνήθειαν, δι’ ἑαυτῶν τάς χειροτονίας τῶν εὐλαβεστάτων ἐπισκόπων ποιούμενοι· τό δέ αὐτό καί ἐπί τῶν ἄλλων διοικήσεων, καί τῶν ἁπανταχοῦ ἐπαρχιῶν παραφυλαχθήσεται· ὥστε μηδένα τῶν θεοφιλεστάτων ἐπισκόπων ἐπαρχίαν ἑτέραν, οὐκ οὖσαν ἄνωθεν καί ἐξ ἀρχῆς ὑπό τήν αὐτοῦ, ἤ γοῦν τῶν πρό αὐτοῦ χεῖρα καταλαμβάνειν· ἀλλά καί τις κατέλαβε, καί ὑφ\’ ἑαυτόν πεποίηται, βιασάμενος, ταύτην ἀποδιδόναι· ἵνα μή τῶν Πατέρων οἱ κανόνες παραβαίνωνται, μηδέ ἐν ἱερουργίας προσχήματι, ἐξουσίας τύφος κοσμικῆς παρεισδύηται, μηδέ λάθωμεν τήν ἐλευθερίαν κατά μικρόν ἀπολέσαντες, ἥν ἡμῖν ἐδωρήσατο τῷ ἰδίῳ αἵματι ὁ Κύριος ἡμῶν ᾿Ιησοῦς Χριστός, ὁ πάντων ἀνθρώπων ἐλευθερωτής. ῎Εδοξε τοίνυν τῇ ἁγίᾳ καί οἰκουμενικῇ συνόδῳ, σώζεσθαι ἑκάστῃ ἐπαρχίᾳ καθαρά καί ἀβίαστα τά αὐτῇ προσόντα δίκαια ἐξ ἀρχῆς καί ἄνωθεν, κατά τό πάλαι κρατῆσαν ἔθος, ἄδειαν ἔχοντος ἑκάστου μητροπολίτου τά ἴσα τῶν πεπραγμένων πρός τό οἰκεῖον ἀσφαλές ἐκλαβεῖν. Εἰ δέ τίς μαχόμενον τύπον τοῖς νῦν ὡρισμένοις προκομίσοι, ἄκυρον τοῦτον εἶναι ἔδοξε τῇ ἁγίᾳ πάσῃ καί οἰκουμενικῇ συνόδῳ».

Δρ. Αντρέα Μιτσίδη

ΟΙΚΟΥΜΕΝΙΚΗ-ΣΥΝΟΔΟΣ2

Print Friendly

Share this post