Εξόδιος Ακολουθία

ΑΚΟΛΟΥΘΙΑ ΝΕΚΡΩΣΙΜΟΣ
ἤτοι
ΕΙΣ ΚΕΚΟΙΜΗΜΕΝΟΥΣ

Τὰ ὑμνολογικὰ καὶ εὐχετικὰ μέρη τῆς ἀκολουθίας

 

Πρωτότυπον

Ἀπόδοσις

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εὐλογητὸς ὁ Θεός μας πάντοτε, τώρα καὶ πάντα καὶ στοὺς ἀτελείωτους αἰῶνες. Ναί, πράγματι.

Ὁ Ἄμωμος. Ψαλμὸς ριη´ (118).

ΣΤΑΣΙΣ Α´. Ἦχος πλ. β´.

Ἄμωμοι ἐν ὁδῷ, Ἀλληλούϊα.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Ἀλληλούϊα.

Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. Ἀλληλούϊα.

Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ἀλληλούϊα.

Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Ἀλληλούϊα.

Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν, τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ἀλληλούϊα.

Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. Ἀλληλούϊα.

Ὁ Ἄμωμος. Ψαλμὸς ριη´ (118).

Στάση πρώτη.

Ὅσοι εἶναι ἄμωμοι στὸ δρόμο τῆς ζωῆς τους, ἂς ὑμνοῦν τὸν Κύριον.

Εὐλογητὸς εἶσαι Κύριε, δίδαξέ με τὶς ἐντολές σου. Ὑμνεῖτε τὸν Κύριο.

Μεγάλο πόθο ἔχει ἡ ψυχή μου νὰ ἐπιθυμεῖ καὶ νὰ θέλει τὰ κρίματά σου σὲ κάθε καιρό. Ὑμνεῖτε τὸν Κύριο.

Καταλήφθηκε ἀπὸ νυσταγμὸ ἡ ψυχή μου λόγω χαλάρωσης, στερέωσέ με στὰ λόγια σου. Ὑμνεῖτε τὸν Κύριο.

Κάνε τὴν καρδιά μου νὰ στραφεῖ στὰ μαρτύριά Σου καὶ ὄχι στὴν πλεονεξία. Ὑμνεῖτε τὸν Κύριο.

Ἡ ψυχή μου γέμισε ἀπὸ ἀθυμία ἀπὸ τοὺς ἁμαρτωλοὺς ποὺ ἐγκαταλείπουν τὸν νόμο Σου. Ὑμνεῖτε τὸν Κύριο.

Ἐπικοινωνῶ μὲ ἐκείνους ποὺ σὲ σέβονται καὶ φυλάσσουν τὸν νόμο Σου. Ὑμνεῖτε τὸν Κύριο.

ΣΤΑΣΙΣ Β´. Ἦχος πλ. α´.

Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με, συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου. Ἐλέησόν με, Κύριε.

Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἐλέησόν με, Κύριε.

Σός εἰμι ἐγώ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Ἐλέησόν με, Κύριε.

Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. Ἐλέησόν με, Κύριε.

Ἔκλινα τὴν καρδίαν μου, τοῦ ποιῆσαι τὰ δίκαιώματά σου εἰς τὸν αἰῶνα δι᾿ ἀντάμειψιν. Ἐλέησόν με, Κύριε.

Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ· διεσκέδασαν τὸν νόμον σου. Ἐλέησόν με, Κύριε.

Στάση δεύτερη.

Τὰ χέρια Σου μὲ δημιούργησαν καὶ μὲ ἔπλασαν, δῶσε μου σύνεση καὶ θὰ μάθω τὶς ἐντολές σου. Ἐλέησέ με Κύριε.

Διότι γεννήθηκα σὰν ἀσκὶ στὴν παγωνιά, ἀλλὰ τὰ δικαιώματά Σου δὲν λησμόνησα. Ἐλέησέ με Κύριε.

Δικός σου εἶμαι Κύριε σῶσε με, τὰ δικαιώματά σου ζήτησα. Ἐλέησέ με Κύριε.

Ἀπὸ τὰ κρίματά σου δὲν παρεξέκλινα, διότι Σὺ ἔκαμες νόμο γιὰ μένα. Ἐλέησέ με Κύριε.

Στράφηκα μὲ τὴν καρδιά μου στὸ νὰ πράττω τὶς ἐντολές Σου μὲ σκοπὸ νὰ πάρω τὴν ἀνταμοιβή. Ἐλέησέ με Κύριε.

Εἶναι καιρὸς Κύριε νὰ σώσεις τοὺς δούλους Σου ἐπειδὴ οἱ ἀσεβεῖς παραβίασαν τὸν νόμο Σου. Ἐλέησέ με Κύριε.

ΣΤΑΣΙΣ Γ´. Ἦχος πλ. δ´.

Καὶ ἐλέησόν με. Ἀλληλούϊα.

Ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. Ἀλληλούϊα.

Νεώτερος ἐγώ εἰμι, καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἀλληλούϊα.

Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με. Ἀλληλούϊα.

Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. Ἀλληλούϊα.

Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι.

Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.

Στάση τρίτη.

Ἐλέησέ με, (Κύριε). Ὑμνεῖτε τὸν Κύριο.

Κοίτα με καὶ ἐλέησέ με μὲ τὴν κρίση Σου νὰ προστατεύεις αὐτοὺς ποὺ ἀγαποῦν τὸ ὄνομά Σου. Ὑμνεῖτε τὸν Κύριο.

Διότι εἶμαι νέος καὶ περιφρονημένος, ἀλλὰ δὲν ξέχασα τὰ δικαιώματά Σου. Ὑμνεῖτε τὸν Κύριο.

Ἄκουσε τὴ φωνή μου σύμφωνα μὲ τὸ ἔλεός Σου καὶ μὲ τὴν κρίση Σου δῶσε μου ζωή. Ὑμνεῖτε τὸν Κύριο.

Ἄρχοντες μὲ ἐκδίωξαν ἄδικα καὶ ἐγὼ δειλίασα ἐξαιτίας τῶν λόγων Σου. Ὑμνεῖτε τὸν Κύριο.

Θὰ ζήσει ἡ ψυχή μου καὶ θὰ σὲ ὑμνήσει καὶ οἱ κρίσεις Σου θὰ μὲ βοηθήσουν. Ὑμνεῖτε τὸν Κύριο.

Πλανήθηκα σὰν τὸ χαμένο πρόβατο, ζήτησε νὰ μὲ βρεῖς διότι τὶς ἐντολές Σου δὲν λησμόνησα. Ὑμνεῖτε τὸν Κύριο.

Νεκρώσιμα Εὐλογητάρια. Ἦχος πλ. α´.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου· εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας· τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας, εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ᾿ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων· οἰκτείρησον τὸν σὸν πλάσμα Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ· καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Ἀνάπαυσον, ὁ Θεὸς τὸν δοῦλόν σου, καὶ κατάταξον αὐτὸν ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων Κύριε, καὶ οἱ Δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· τὸν κεκοιμημένον δοῦλόν σου ἀνάπαυσον, παρορῶν αὐτοῦ πάντα τὰ ἐγκλήματα.

Δόξα. Τριαδικόν.

Τὸ τριλαμπές, τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ τὸν θεῖον Πνεῦμα· φώτισον ἡμᾶς, πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι᾿ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν· διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.

Νεκρώσιμα Εὐλογητάρια.

Εὐλογητὸς εἶσαι Κύριε, δίδαξέ με τὰ δικαιώματά σου.

Ὁ χορὸς τῶν Ἁγίων βρῆκε τὴν πηγὴ τῆς ζωῆς καὶ τὴν πόρτα τοῦ Παραδείσου, θὰ βρῶ καὶ ἐγὼ αὐτὴ τὴν ὁδὸ μὲ τὴν μετάνοια, διότι εἶμαι τὸ χαμένο πρόβατο, ξανακάλεσέ με καὶ σῶσε με.

Εὐλογητὸς εἶσαι Κύριε, δίδαξέ με τὰ δικαιώματά σου.

Ἐσὺ ποὺ τὸν παλιὸ καιρὸ μὲ ἔπλασες ἀπὸ τὸ μηδὲν καὶ μὲ τίμησες μὲ τὴν θεία σου εἰκόνα, ἀφοῦ παρέβηκα τὴν ἐντολή Σου μὲ γύρισες πάλι στὴν γῆ ἀπὸ τὴν ὁποία προέρχομαι, ἐπανάφερέ με στὸ καθ᾿ ὁμοίωσιν γιὰ νὰ ξαναβρῶ τὴν παλαιὰ ὀμορφιά.

Εὐλογητὸς εἶσαι Κύριε, δίδαξέ με τὰ δικαιώματά σου.

Εἶμαι εἰκόνα τῆς ἀνείπωτης δόξας Σου ἂν καὶ φέρω σημάδια τῆς ἁμαρτίας. Λυπήσου τὸ πλάσμα Σου Δέσποτα καὶ καθάρισέ το μὲ τὴν εὐσπλαχνία Σου. Δῶσε μου τὴν πατρίδα ποὺ ποθῶ κάνοντάς με ξανὰ πολίτη τοῦ Παραδείσου.

Εὐλογητὸς εἶσαι Κύριε, δίδαξέ με τὰ δικαιώματά σου.

Ἀνάπαυσε ὁ Θεὸς τὸν δοῦλο Σου καὶ τοποθέτησέ τον στὸν Παράδεισο ὅπου βρίσκονται χοροὶ τῶν Ἁγίων καὶ οἱ δίκαιοι θὰ λάμψουν ὡς φωστῆρες. Ἀνάπαυσε τὸν δοῦλον Σου ποὺ κοιμήθηκε, παραβλέποντας ὅλα τὰ ἁμαρτήματα.

Δόξα στὸν Πατέρα, τὸν Υἱό, καὶ τὸ Ἅγιο Πνεῦμα.

Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητας ἂς ὑμνήσουμε μὲ εὐσέβεια λέγοντες. Ἅγιος εἶσαι ὁ Πατέρας ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ τὸ Θεῖο Πνεῦμα. Φώτισε ἐμᾶς ποὺ σὲ λατρεύουμε μὲ πίστη καὶ ἀπὸ τὸ αἰώνιο πῦρ γλίτωσέ μας.

Καὶ τώρα καὶ πάντα καὶ στοὺς ἀτελείωτους αἰῶνες. Ναί, πράγματι.

Χαῖρε σεμνὴ Σὺ ποὺ γέννησες κατὰ σάρκα τὸν Θεὸ γιὰ τὴν σωτηρία τῶν ἀνθρώπων, διὰ τῆς ὁποίας τὸ γένος μας βρῆκε τὴν σωτηρία, μὲ Σένα θὰ βροῦμε τὸν Παράδεισο, Θεοτόκε, ἁγνή, εὐλογημένη.

Κοντάκιον. Ἦχος πλ. δ´.

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὴν ψυχὴν τοῦ δούλου σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Κοντάκιον.

Μαζὶ μὲ τοὺς Ἁγίους ἀνάπαυσε Χριστὲ τὴν ψυχὴ τοῦ δούλου Σου, ἐκεῖ ποὺ δὲν ὑπάρχει πόνος, ἢ λύπη, ἢ στεναγμός, ἀλλὰ μόνο ζωὴ ἀτελείωτη.

Νεκρώσιμα Ἰδιόμελα.
(Ἰωάννου Μοναχοῦ, τοῦ Δαμασκηνοῦ).

Ἦχος α´.

Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος; Ποία δόξα ἔστηκεν ἐπὶ γῆς ἀμετάθετος; Πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα· μία ῥοπή, καὶ ταῦτα πάντα θάνατος διαδέχεται. Ἀλλ᾿ ἐν τῷ φωτί, Χριστέ, τοῦ προσώπου σου, καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, ὃν ἐξελέξω ἀνάπαυσον, ὡς φιλάνθρωπος.

Ἦχος β´.

Ὡς ἄνθος μαραίνεται, καὶ ὡς ὄναρ παρέρχεται, καὶ διαλύεται πᾶς ἄνθρωπος· πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος, νεκροί, ὡς ἐν συσσεισμῷ, πάντες ἀναστήσονται πρὸς τὴν σὴν ὑπάντησιν, Χριστὲ ὁ Θεός· τότε, Δέσποτα, ὃν μετέστησας ἐξ ἡμῶν, ἐν ταῖς τῶν Ἁγίων σου κατάταξον σκηναῖς, τὸ πνεῦμα τοῦ σοῦ δούλου, Χριστέ.

Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός.

Οἴμοι, οἶον ἀγῶνα ἔχει ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος! Οἴμοι, πόσα δακρύει τότε, καὶ οὐχ ὑπάρχει ὁ ἐλεῶν αὐτήν! Πρὸς τοὺς Ἀγγέλους τὰ ὄμματα ῥέπουσα, ἄπρακτα καθικετεύει· πρὸς τοὺς ἀνθρώπους τὰς χεῖρας ἐκτείνουσα, οὐκ ἔχει τὸν βοηθοῦντα. Διό, ἀγαπητοί μου ἀδελφοί, ἐννοήσαντες ἡμῶν τὸ βραχὺ τῆς ζωῆς, τῷ μεταστάντι τὴν ἀνάπαυσιν, παρά Χριστοῦ αἰτησώμεθα, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος γ´.

Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον· οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα· ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται. Διὸ Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ βοήσωμεν· Τόν μεταστάντα ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.

Ἦχος δ´.

Ὄντως φοβερώτατον, τὸ τοῦ θανάτου μυστήριον, πῶς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως χωρίζεται ἐκ τῆς ἁρμονίας, καὶ τῆς συμφυΐας ὁ φυσικώτατος δεσμός, θείῳ βουλήματι ἀποτέμνεται. Διό σε ἱκετεύομεν· Τὸν μεταστάντα ἀνάπαυσον, ἐν σκηναῖς τῶν Δικαίων σου. Ζωοδότα Φιλάνθρωπε.

Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός.

Ποῦ ἐστιν ἡ τοῦ κόσμου προσπάθεια; Ποῦ ἐστιν ἡ τῶν προσκαίρων φαντασία; Ποῦ ἐστιν ὁ χρυσὸς καὶ ὁ ἄργυρος; Ποῦ ἐστι τῶν οἰκετῶν ἡ πλημμύρα καὶ ὁ θόρυβος; Πάντα κόνις, πάντα τέφρα, πάντα σκιά. Ἀλλὰ δεῦτε βοήσωμεν τῷ ἀθανάτῳ Βασιλεῖ· Κύριε, τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον, τὸν μεταστάντα ἐξ ἡμῶν, ἀναπαύων αὐτὸν ἐν τῇ ἀγήρῳ μακαριότητι.

Ἦχος πλ. α´.

Ἐμνήσθην τοῦ Προφήτου βοῶντος· Ἐγώ εἰμι γῆ καὶ σποδός· καὶ πάλιν κατενόησα ἐν τοῖς μνήμασι καὶ εἶδον τὰ ὀστᾶ τὰ γεγυμνωμένα καὶ εἶπον· ἆρα τίς ἐστι, βασιλεὺς ἢ στρατιώτης, ἢ πλούσιος ἢ πένης, ἢ δίκαιος ἢ ἁμαρτωλός; Ἀλλὰ ἀνάπαυσον, Κύριε, μετὰ Δικαίων τὸν δοῦλόν σου, ὡς φιλάνθρωπος.

Ἦχος πλ. β´.

Ἀρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ ἀοράτου τε, καὶ ὁρατῆς με ζῷον συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ μοι ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει. Διό, Χριστέ, τὸν δοῦλόν σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

Ἦχος βαρύς.

Ἀνάπαυσον, Σωτὴρ ἡμῶν ζωοδότα, ὃν μετέστησας ἀδελφὸν ἡμῶν ἐκ τῶν προσκαίρων, κράζοντα δόξα σοι.

Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός.

Κατ᾿ εἰκόνα σὴν καὶ ὁμοίωσιν, πλαστουργήσας κατ᾿ ἀρχὰς τὸν ἄνθρωπον, ἐν Παραδείσῳ τέθεικας, κατάρχειν σου τῶν κτισμάτων· φθόνῳ δὲ διαβόλου ἀπατηθείς, τῆς βρώσεως μετέσχε, τῶν ἐντολῶν σου παραβάτης γεγονώς· διὸ πάλιν εἰς γῆν ἐξ ἧς ἐλήφθη, κατεδίκασας ἐπιστρέφειν, Κύριε, καὶ αἰτεῖσθαι τὴν ἀνάπαυσιν.

Ἦχος πλ. δ´.

Θρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον, καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην τὴν κατ᾿ εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος. Ὢ τοῦ θαύματος! Τί τὸ περὶ ἡμᾶς τοῦτο γέγονε μυστήριον; Πῶς παρεδόθημεν τῇ φθορᾷ, καὶ συνεζεύχθημεν τῷ θανάτῳ; Ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται, τοῦ παρέχοντος τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν.

Δόξα Πατρί. Ὁ αὐτός.

Ὁ θάνατός σου, Κύριε, ἀθανασίας γέγονε πρόξενος· εἰ μὴ γὰρ ἐν μνήματι κατετέθης, οὐκ ἂν ὁ Παράδεισος ἠνέῳκτο· διὸ τὸν μεταστάντα ἀνάπαυσον ὡς φιλάνθρωπος.

Καὶ νῦν. Ὁ αὐτός.

Ἁγνὴ Παρθένε, τοῦ Λόγου Πύλη, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἱκέτευε ἐλεηθῆναι τὴν ψυχὴν αὐτοῦ.

Νεκρώσιμα Ἰδιόμελα.
(Ἰωάννου Μοναχοῦ, τοῦ Δαμασκηνοῦ).

Ἦχος α´.

Ποιὰ ἀπόλαυση τῆς ζωῆς βρίσκεται ἀμέτοχη λύπης; Ποιὰ δόξα γήινη μένει σταθερὴ καὶ ἀμετάθετη; Ὅλα εἶναι ἀσθενέστερα ἀπὸ τὴν σκιὰ καὶ ἀπατηλότερα ἀπὸ τὸ ὄνειρο, μία στιγμὴ καὶ ὅλα τὰ διαδέχεται ὁ θάνατος. Ἀλλὰ ἀνάπαυσε Χριστὲ στὸ φῶς τοῦ προσώπου Σου καὶ στὴ γλυκύτητα τῆς ὀμορφιᾶς Σου αὐτὸν ποὺ ἐξέλεξες σήμερα ὡς φιλάνθρωπος.

Ἦχος β´.

Σὰν τὸ λουλούδι μαραίνεται καὶ σὰν ὄνειρο φεύγει καὶ διαλύεται κάθε ἄνθρωπος. Ὅταν (στὴν δευτέρα Παρουσία) ἠχήσει ἡ σάλπιγγα ὅλοι οἱ νεκροὶ σὰν νὰ γίνεται σεισμός, θὰ ἀναστηθοῦν ἀπὸ τὰ μνήματα γιὰ νὰ Σὲ συναντήσουν Χριστέ. Τότε Δέσποτα αὐτὸν ποὺ πῆρες ἀπὸ ἐμᾶς νὰ κατατάξεις στὶς σκηνὲς τῶν Ἁγίων Σου, ἀναπαύων ἐκεῖ τὸ πνεῦμα τοῦ δούλου Σου.

Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός.

Ἀλίμονο πόσο ἀγώνα ἔχει ἡ ψυχὴ ὅταν παλεύει νὰ βγεῖ ἀπὸ τὸ σῶμα, πόσα δάκρυα χύνει τότε καὶ δὲν ὑπάρχει κανεὶς νὰ τὴν ἐλεήσει. Βλέπει πρὸς τοὺς Ἀγγέλους, χωρὶς ὅμως ἀνταπόκριση. Πρὸς τοὺς ἀνθρώπους τείνει τὰ χέρια χωρὶς νὰ τὴν βοηθήσει κάποιος. Γι᾿ αὐτὸ ἀγαπητοί μου ἀδελφοὶ ἀφοῦ κατανοήσουμε τὸ μικρὸ διάστημα τῆς ζωῆς μας, ἂς παρακαλέσουμε τὸν Χριστὸ νὰ χαρίσει ἀνάπαυση στὴν ψυχὴ τοῦ μεταστάντος καὶ στὶς ψυχές μας τὸ μεγάλο Του ἔλεος.

Ἦχος γ´.

Ὅλα τὰ ἀνθρώπινα πράγματα εἶναι παροδικὰ καὶ δὲν ὑπάρχουν μετὰ τὸν θάνατο, οὔτε τὰ πλούτη παραμένουν, οὔτε ἡ δόξα μᾶς συνοδεύει. Διότι ὅταν ἔρχεται ὁ θάνατος ὅλα αὐτὰ θὰ ἐξαφανιστοῦν. Γι᾿ αὐτὸ ἂς φωνάξουμε στὸν ἀθάνατο βασιλιὰ καὶ Χριστό μας, αὐτὸν ποὺ πῆρε ἀπὸ ἐμᾶς ἂς ἀναπαύσει ἐκεῖ ποὺ ὑπάρχει ἡ κατοικία ὅλων αὐτῶν ποὺ γεύονται τὴν εὐφροσύνη τῆς βασιλείας Του.

Ἦχος δ´.

Εἶναι πράγματι φοβερὸ τὸ μυστήριο τοῦ θανάτου, τὸ πῶς ἡ ψυχὴ βίαια χωρίζεται ἀπὸ τὴν ἁρμονική της σχέση μὲ τὸ σῶμα καὶ κόβεται ὁ φυσικός της δεσμὸς μὲ αὐτὸ μὲ τὴν ἀπόφαση τοῦ Θεοῦ. Γι᾿ αὐτὸ Σὲ παρακαλοῦμε τὸν δοτήρα τῆς ζωῆς καὶ φιλάνθρωπο ,τὸν μεταστάντα ἀνάπαυσε στὶς σκηνὲς τῶν δικαίων Σου.

Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός.

Ποῦ εἶναι πλέον ἡ προσπάθεια γιὰ τὰ ὑλικά; Ποῦ εἶναι πιὰ οἱ ἰδέες γιὰ τὰ πρόσκαιρα; Ποῦ εἶναι ὁ χρυσὸς καὶ ὁ ἄργυρος; Ποῦ εἶναι τῶν ὑπηρετῶν τὸ πλῆθος καὶ ὁ θόρυβος; Ὅλα σκόνη, ὅλα τέφρα, ὅλα σκιά. Ἀλλὰ ἐλᾶτε νὰ φωνάξουμε στὸν ἀθάνατο Βασιλέα· Κύριε, ἀξίωσε τῶν αἰωνίων σου ἀγαθῶν τὸν ποὺ ἔφυγε ἀπὸ ἀνάμεσά μας πρὸς τὴν ἀγέραστη εὐτυχία.

Ἦχος πλ. α´.

Θυμήθηκα τὰ λόγια τοῦ Προφήτη ποὺ ἔλεγε ὅτι ἐγὼ εἶμαι χῶμα καὶ στάχτη καὶ εἶδα μὲ τὸ νοῦ μου τὰ μνήματα καὶ εἶδα τὰ ἄσαρκα ὀστᾶ καὶ εἶπα. Ἄρα ποιὸς εἶναι (ὁ νεκρὸς) βασιλιὰς ἢ στρατιώτης; πλούσιος ἢ πτωχός; δίκαιος ἢ ἁμαρτωλός; Ἀλλὰ ἀνάπαυσε Κύριε μὲ τοὺς δικαίους τὸν δοῦλο Σου, ὡς φιλάνθρωπος.

Ἦχος πλ. β´.

Ἀρχὴ γιὰ τὴν ὕπαρξή μου ἔγινε τὸ δημιουργικό Σου πρόσταγμα, διότι γιὰ νὰ μὲ πλάσεις ζῶο ἀνάμικτο ἀπὸ ὁρατὴ καὶ ἀόρατη φύση, τὸ μὲν σῶμα μου τὸ πῆρες ἀπὸ τὴν γῆ, μοῦ ἔδωσες δὲ ψυχὴ μὲ τὴν θεία καὶ ζωαρχική Σου ἔμπνευση. Γι᾿ αὐτὸ Χριστὲ ἀνάπαυσε τὸν δοῦλο Σου στὴ χώρα τῶν ζώντων καὶ στὶς σκηνὲς τῶν δικαίων.

Ἦχος βαρύς.

Ἀνάπαυσε Σωτήρα μας ποὺ δίνεις τὴν ζωή, τὸν ἀδελφό μας ποὺ μετέστησες ἀπὸ τὰ πρόσκαιρα, ὁ ὁποῖος βοᾶ δόξα σὲ Σένα.

Ἕτερον ἐκτὸς Τυπικοῦ. Ἦχος ὁ αὐτός.

Ἀφοῦ ἀρχικὰ ἔπλασες τὸν ἄνθρωπο κατὰ τὴν εἰκόνα σου καὶ πρὸς ὁμοίωσή Σου, τὸν ἔθεσες στὸν Παράδεισο, γιὰ νὰ ἄρχει στὰ κτίσματά Σου. Ὅμως ἐπειδὴ ἐξαπατήθηκε ἐξ αἰτίας τοῦ φθόνου ἀπὸ τὸν διάβολο, ἔφαγε (τὸν καρπό), κι ἔτσι ἔγινε παραβάτης τῶν ἐντολῶν σου. Γι᾿ αὐτὸ πάλι στὴν γῆ ἀπ᾿ ὅπου προῆλθε (ἡ ὕλη του), ἀναγκαστικὰ ἐπιστρέφει, Κύριε, ζητώντας σου τὴν ἀνάπαυση.

Ἦχος πλ. δ´.

Θρηνῶ καὶ κλαίω ὅταν ἐννοήσω τὸν θάνατο καὶ δῶ στοὺς τάφους τὴν δική μας ὡραιότητα ποὺ πλάστηκε κατ᾿ εἰκόνα Θεοῦ, χωρὶς μορφή, χωρὶς δόξα, χωρὶς εἶδος. Πόσο μεγάλο θαῦμα. Διότι ἔγινε γιὰ ἐμᾶς αὐτὸ τὸ μυστήριο; Πῶς παραδοθήκαμε στὴν φθορὰ καὶ συζευχθήκαμε μὲ τὸν θάνατο. Ἀλήθεια αὐτὸ ἔγινε μὲ πρόσταγμα Θεοῦ, ὅπως λέγει ἡ Γραφή, ὁ ὁποῖος παρέχει στοὺς μεταστάντας τὴν ἀνάπαυση.

Δόξα στὸν Πατέρα, τὸν Υἱό, καὶ τὸ Ἅγιο Πνεῦμα.

Ὁ θάνατός Σου Κύριε ἔγινε πρόξενος ἀθανασίας, διότι ἂν δὲν ἐνταφιαζόσουν στὸ μνῆμα, ὁ παράδεισος δὲν θὰ ἀνοιγόταν. Ἔτσι τὸν μεταστάντα ἀνάπαυσε ὡς φιλάνθρωπος.

Καὶ τώρα καὶ πάντα καὶ στοὺς ἀτελείωτους αἰῶνες. Ναί, πράγματι.

Ἁγνὴ Παρθένε, ἡ πύλη ἀπὸ τὴν ὁποία πέρασε ὁ Θεὸς Λόγος στὸν κόσμο, ἡ μητέρα τοῦ Θεοῦ, ἱκέτευε νὰ ἐλεηθεῖ ἡ ψυχὴ τοῦ κοιμηθέντος.

Οἱ Μακαρισμοί.

Ἐν τῇ βασιλείᾳ σου, μνήσθητί ἡμῶν, Κύριε.

Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Ἦχος πλ. β´. Οἱ ὅσιοί σου Παῖδες.

Λῃστὴν τοῦ Παραδείσου Χριστὲ πολίτην, ἐπὶ Σταυροῦ σοι βοήσαντα, τὸ Μνήσθητί μου προαπειργάσω· αὐτοῦ τῆς μετανοίας, ἀξίωσον κἀμὲ τὸν ἀνάξιον.

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεόν ὄψονται.

Ζωῆς ὁ κυριεύων καὶ τοῦ θανάτου, ἐν ταῖς αὐλαῖς Ἁγίων ἀνάπαυσον, ὃν προσελάβου ἐκ τῶν προσκαίρων, βοῶντα· Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.

Ὁ τῶν ψυχῶν δεσπόζων καὶ τῶν σωμάτων, οὗ ἐν τῇ χειρὶ ἡ πνοὴ ἡμῶν, τῶν θλιβομένων παραμυθία, ἀνάπαυσον ἐν χώρᾳ Δικαίων, ὃν μετέστησας δοῦλόν σου.

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

Χριστός σε ἀναπαύσοι ἐν χώρᾳ ζώντων, καὶ πύλας Παραδείσου ἀνοίξοι σοι, καὶ βασιλείας δείξοι πολίτην, καὶ ἄφεσίν σοι δῴη, ὧν ἥμαρτες ἐν βίῳ φιλόχριστε.

Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα, καθ᾿ ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ.

Ἐξέλθωμεν καὶ ἴδωμεν ἐν τοῖς τάφοις, ὅτι γυμνὰ ὀστέα ὁ ἄνθρωπος, σκωλήκων βρῶμα καὶ δυσωδία καὶ γνῶμεν τίς ὁ πλοῦτος, τὸ κάλλος, ἡ ἰσχὺς καὶ ἡ εὐπρέπεια.

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Ἀκούσωμεν τί κράζει ὁ Παντοκράτωρ· Οὐαί, οἱ ἐκζητοῦντες θεάσασθαι, τὴν φοβερὰν ἡμέραν Κυρίου· αὕτη γάρ ἐστι σκότος· πυρὶ γὰρ δοκιμάσει τὰ σύμπαντα.

Δόξα.

Ἀνάρχῳ καὶ γεννήσει τε καὶ προόδῳ, Πατέρα προσκυνῶ τὸν γεννήσαντα, Υἱὸν δοξάζω τὸν γεννηθέντα, ὑμνῶ τὸ συνεκλάμπον, Πατρί τε καὶ Υἱῷ Πνεῦμα Ἅγιον.

Καὶ νῦν. Θεοτοκίον.

Πῶς ἐκ μαζῶν σου γάλα βρύεις Παρθένε; Πῶς τρέφεις τὸν τροφέα τῆς κτίσεως; Ὡς εἶδεν ὁ πηγάσας ὕδωρ ἐκ πέτρας, τὰς φλέβας τῶν ὑδάτων, διψῶντι τῷ λαῷ, καθὼς γέγραπται.

Οἱ Μακαρισμοί.

Θυμήσου μας Κύριε στὴ βασιλεία Σου.

Εὐτυχισμένοι οἱ ταπεινόφρονες, διότι σὲ αὐτοὺς ἀνήκει ἡ βασιλεία τῶν οὐρανῶν.

Εὐτυχισμένοι εἶναι αὐτοὶ ποὺ πενθοῦν, διότι θὰ παρηγορηθοῦν.

Εὐτυχισμένοι εἶναι οἱ πρᾶοι, διότι θὰ κληρονομήσουν τὴν γῆ.

Εὐτυχισμένοι εἶναι αὐτοὶ ποὺ πεινοῦν καὶ διψοῦν τὴν δικαιοσύνη/, διότι θὰ χορτάσουν.

Εὐτυχισμένοι οἱ ἐλεήμονες, διότι αὐτοὶ θὰ ἐλεηθοῦν.

Τροπάρια.

Τὸν ληστὴ πάνω στὸ Σταυρὸ πού σοῦ φώναξε τὸ θυμήσου με, τὸν ἔκαμες πρῶτο πολίτη τοῦ Παραδείσου, τὴν μετάνοιά του αὐτὴ ἀξίωσε καὶ μένα νὰ τὴν βρῶ.

Εὐτυχισμένοι εἶναι αὐτοὶ ποὺ ἔχουν καθαρὴ καρδιά, διότι αὐτοὶ θὰ δοῦν τὸν Θεό.

Σὺ Θεὲ ποὺ κυριεύεις τὴν ζωὴ καὶ τὸν θάνατο, ἀνάπαυσε στὶς αὐλὲς τῶν Ἁγίων Σου, αὐτὸν ποὺ διάλεξες ἀπὸ τὰ πρόσκαιρα, ὁ ὁποῖος βοᾶ· θυμήσου με στὴν βασιλεία Σου.

Εὐτυχισμένοι εἶναι αὐτοὶ ποὺ πράττουν ὑπὲρ τὴς εἰρήνης, διότι θὰ ὀνομαστοῦν παιδιὰ τοῦ Θεοῦ.

Σὺ Κύριε, ποὺ δεσπόζεις στὶς ψυχὲς καὶ τὰ σώματα καὶ ποὺ κρατᾶς στὰ χέρια Σου τὴν πνοή μας καὶ εἶσαι ἡ παρηγοριὰ τῶν θλιβομένων, ἀνάπαυσε στὴν χώρα τῶν δικαίων τὸν μεταστάντα δοῦλο Σου.

Εὐτυχισμένοι εἶναι αὐτοὶ ποὺ διώκονται ἐξαιτίας τῆς δικαιοσύνης, διότι σὲ αὐτοὺς ἀνήκει ἡ βασιλεία τῶν οὐρανῶν.

Ὁ Χριστὸς ἂς σὲ ἀναπαύσει στὴν χώρα τῶν δικαίων καὶ νὰ σοῦ ἀνοίξει τὶς πύλες τοῦ Παραδείσου καὶ νὰ σὲ ἀναδείξει πολίτη τῆς βασιλείας Του καὶ νὰ σοῦ δώσει ἄφεση ἁμαρτιῶν ποὺ ἔπραξες στὴ ζωή σου, φιλόχριστε.

Εὐτυχισμένοι εἶστε ὅταν σᾶς κατηγορήσουν οἱ ἄνθρωποι καὶ σᾶς διώξουν καὶ σᾶς συκοφαντήσουν μὲ ψεύδη ἐξαιτίας Μου.

Ἂς βγοῦμε καὶ νὰ δοῦμε στοὺς τάφους ὅτι ὁ ἄνθρωπος εἶναι γυμνὰ ὀστᾶ, τροφὴ γιὰ τὰ σκουλήκια καὶ δυσοσμία καὶ νὰ σκεφτοῦμε ποιὰ ἀξία ἔχει ὁ πλοῦτος, ἡ ὀμορφιά, ἡ δύναμη καὶ ἡ εὐπρέπεια.

Νὰ εἶστε χαρούμενοι, διότι ὁ μισθός σας εἶναι μεγάλος στὸν οὐρανό.

Ἂς ἀκούσουμε τί λέγει ὁ Παντοκράτορας Θεός, ἀλίμονο σὲ σᾶς ποὺ ζητᾶτε νὰ δεῖτε τὴν φοβερὴ ἡμέρα τῆς κρίσεως. Αὐτὴ εἶναι σκοτάδι καὶ ἡ φωτιὰ θὰ δοκιμάσει τὰ σύμπαντα.

Δόξα στὸν Πατέρα, τὸν Υἱό, καὶ τὸ Ἅγιο Πνεῦμα.

Στὴν ἄναρχη γέννηση τῆς Τριάδας, Πατέρα προσκυνῶ ποὺ γέννησε τὸν Υἱό, τὸν Υἱὸ δοξάζω ποὺ γεννήθηκε ἀπὸ τὸν Πατέρα καὶ ἀνυμνῶ τὸ Ἅγιο Πνεῦμα ποὺ συνεκλάμπει μαζὶ μὲ τὸν Πατέρα καὶ τὸν Υἱό.

Καὶ τώρα καὶ πάντα καὶ στοὺς ἀτελείωτους αἰῶνες. Ναί, πράγματι.

Πῶς ἀπὸ τοὺς μαστούς Σου πηγάζεις γάλα Παρθένε; Πῶς τρέφεις Αὐτὸν ποὺ τρέφει τὴν κτίση; Ἀσφαλῶς ὅπως γνωρίζει αὐτὸς ποὺ πήγασε νερὸ ἀπὸ τὴν πέτρα καὶ ἄνοιξε τὶς φλέβες τῶν νερῶν γιὰ νὰ ξεδιψάσει τὸν λαό, ὅπως λέει ἡ Γραφή.

Ἀπόστολος. Πρὸς Θεσσαλονικεῖς Α´ (δ´ 13-17).

Ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μή ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾿ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις, εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

Ἀπόστολος. Πρὸς Θεσσαλονικεῖς Α´ (δ´ 13-17).

Ἀδέλφια μου δὲν θέλω νὰ ἀγνοεῖται σχετικὰ μὲ τοὺς κεκοιμημένους, γιὰ νὰ μὴ λυπάσθε ὅπως οἱ ὑπόλοιποι ποὺ δὲν ἔχουν ἐλπίδα (ἀναστάσεως).Ἂν πιστεύουμε ὅτι ὁ Ἰησοῦς πέθανε καὶ ἀναστήθηκε, ἔτσι καὶ ὁ Θεὸς τοὺς κοιμηθέντες μὲ πίστη θὰ τοὺς φέρει στὴν αἰώνια ζωὴ μὲ τὸν Ἰησοῦ. Διότι σᾶς λέμε τὰ λόγια του Κυρίου, ὅτι ἐμεῖς οἱ ζωντανοὶ δὲν θὰ προφθάσουμε τοὺς νεκρούς, οἱ ὁποῖοι θὰ μᾶς προλάβουν στὴν προϋπάντηση τοῦ Κυρίου. Διότι ὁ ἴδιος ὁ Κύριος μὲ πρόσταγμα, μὲ φωνὴ ἀρχαγγέλου καὶ μὲ σάλπισμα Θεοῦ θὰ κατέβει ἀπὸ τὸν οὐρανὸ καὶ οἱ νεκροὶ ποὺ κοιμήθηκαν μὲ πίστη στὸν Χριστὸ θὰ ἀναστηθοῦν πρῶτοι. Ἔπειτα ἐμεῖς οἱ ζωντανοί, μαζὶ μὲ αὐτοὺς θὰ ἁρπαγοῦμε σὲ νεφέλες γιὰ νὰ συναντήσουμε στὸν ἀέρα τὸν Κύριο καὶ ἔτσι θὰ εἴμαστε πάντοτε μαζί Του.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (ε´ 24-30).

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους. Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται. Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ· οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστί. Μή θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾿ ἐμαυτοῦ οὐδέν. Καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (ε´ 24-30).

Εἶπε ὁ Κύριος στοὺς Ἰουδαίους ποὺ ἦλθαν νὰ Τὸν συναντήσουν. Σᾶς βεβαιώνω ὅτι ἐκεῖνος ποὺ ἀκούει τὸν λόγο μου καὶ πιστεύει σὲ αὐτὸν ποὺ μὲ ἔστειλε, ἔχει αἰώνια ζωὴ καὶ δὲν κρίνεται, ἀλλὰ μετέβη ἀπὸ τὸν θάνατο στὴ ζωή. Σᾶς βεβαιώνω ὅτι ἔρχεται ὥρα, κοντά, στὴν ὁποία οἱ νεκροὶ θὰ ἀκούσουν τὴν φωνὴ τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ αὐτοὶ ποὺ τὴν ἄκουσαν θὰ ζήσουν. Διότι ὅπως ὁ Πατέρας ἔχει στὴν φύση Του ζωή, ἔτσι ἔδωσε καὶ στὸν Υἱὸ ζωὴ καὶ ἐξουσία νὰ κάνει κρίση, ἀφοῦ εἶναι Υἱὸς ἀνθρώπου. Μὴν ἀπορεῖτε γι᾿ αὐτό, διότι πλησιάζει ὥρα κατὰ τὴν ὁποία ὅλοι οἱ νεκροὶ στὰ μνημεῖα θὰ ἀκούσουν τὴν φωνή Του καὶ αὐτοὶ ποὺ ἔκαναν τὰ ἀγαθὰ θὰ ἀναστηθοῦν στὴν αἰώνια ζωή, ἐνῶ αὐτοὶ ποὺ ἔκαναν φαῦλα πράγματα θὰ ἀναστηθοῦν σὲ αἰώνια κρίση. Δὲν μπορῶ ἀπὸ μόνος Μου νὰ κάνω τίποτα. Ὅπως ἀκούω, κρίνω καὶ ἡ κρίση Μου εἶναι δίκαιη, διότι δὲν ἐπιζητῶ τὸ θέλημά Μου, ἀλλὰ τὸ θέλημα τοῦ Πατέρα Μου ποὺ Μὲ ἔστειλε.

Εὐχαὶ συγχωρητικαί.

Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος· αὐτός, Κύριε, ἀνάπαυσον τὴν ψυχὴν τοῦ κεκοιμημένου δούλου σου (τοῦδε), ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός. Πᾶν ἁμάρτημα τὸ παρ᾿ αὐτοῦ πραχθὲν ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον· ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια.

Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις τοῦ κεκοιμημένου δούλου σου (τοῦδε), Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὲς συγχωρητικές.

Ἐσὺ ποὺ εἶσαι Θεὸς τῶν πνευμάτων καὶ κάθε σαρκικῆς φύσεως, ποὺ καταπάτησες τὸν θάνατο καὶ κατάργησες τὸν διάβολο καὶ χάρισες ζωὴ στὸν κόσμο, Ἐσὺ Κύριε ἀνάπαυσε τὴν ψυχὴ τοῦ δούλου Σου σὲ τόπο φωτεινό, σὲ τόπο χλοερό, σὲ τόπο ἀναψύξεως, ὅπου δὲν ὑπάρχει, ὀδύνη, λύπη καὶ στεναγμός. Κάθε ἁμάρτημα ποὺ ἔκαμε μὲ λόγια, ἢ ἔργα, ἢ μὲ τὴν σκέψη, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρεσέ το. Διότι δὲν ὑπάρχει ἄνθρωπος ποὺ θὰ ζήσει στὴν γῆ καὶ δὲν θὰ ἁμαρτήσει. Διότι Ἐσὺ μόνο ἐκτὸς τῆς ἁμαρτίας ὑπάρχεις, ἡ δικαιοσύνη Σου εἶναι αἰώνια καὶ ὁ λόγος Σου ἀλήθεια.

Διότι Σὺ εἶσαι ἡ ἀνάσταση, ἡ ζωή, καὶ ἡ ἀνάπαυση τοῦ δούλου (τάδε) ποὺ κοιμήθηκε, Χριστέ, ποὺ εἶσαι ὁ Θεός, καὶ σὲ ἐσένα ἀναπέμπουμε τὴν δοξολογία, καὶ στὸν ἄχρονο Πατέρα Σου, καὶ στὸ πανάγιο καὶ ζωοποιό Σου Πνεῦμα, τώρα καὶ πάντα καὶ στοὺς ἀτελείωτους αἰῶνες. Ναί, πράγματι.

Εἰς πᾶσαν ἀρὰν καὶ ἀφορισμόν.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τῇ σῇ ἀῤῥήτῳ σοφίᾳ δημιουργήσας τὸν ἄνθρωπος ἐκ τοῦ χοός, καὶ τοῦτον ἀναμορφώσας εἰς εἶδος καὶ κάλλος, καὶ ἐξωραΐσας, ὡς τίμιον καὶ οὐράνιον κτῆμα, εἰς δοξολογίαν καὶ εὐπρέπειαν τῆς σῆς δόξης καὶ βασιλείας, διὰ τὸ κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν τοῦτον παραγαγεῖν· τὴν ἐντολὴν δὲ παραβάντα τοῦ σοῦ προστάγματος, καὶ μεταλαβόντα τῆς εἰκόνος, καὶ μὴ φυλάξαντα· καὶ διὰ τοῦτο, ἵνα μὴ τὸ κακὸν ἀθάνατον γένηται, φιλανθρώπως κελεύσας τὴν κρᾶσιν, καὶ μῖξιν ταύτην, καὶ τὸν ἄῤῥηκτόν σου, τοῦτον δεσμόν, ὡς Θεὸς τῶν Πατέρων ἡμῶν, τῷ θείῳ βουλήματι ἀποτέμνεσθαι καὶ διαλύεσθαι· ὥστε τὴν μὲν ψυχὴν ἐκεῖσε χωρεῖν, ἔνθα καὶ τὸ εἶναι προσελάβετο, μέχρι τῆς κοινῆς ἀναστάσεως, τὸ δὲ σῶμα εἰς τὰ ἐξ ὧν συνετέθη ἀναλύεσθαι· διὰ τοῦτο δεόμεθα σοῦ τοῦ ἀνάρχου Πατρός, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ παναγίου, καὶ ὁμοουσίου καὶ ζωοποιοῦ σου Πνεύματος, ἵνα μὴ παρίδῃς τὸ σὸν πλάσμα καταποθῆναι τῇ ἀπωλείᾳ· ἀλλὰ τὸ μὲν σῶμα διαλυθῆναι εἰς τὰ ἐξ ὧν συνετέθη, τὴν δὲ ψυχὴν καταταγῆναι ἐν τῷ χορῷ τῶν δικαίων. Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, νικησάτω σου τὸ ἄμετρον ἔλεος, καὶ ἡ φιλανθρωπία ἡ ἀνείκαστος· καὶ εἴτε ὑπὸ κατάραν πατρὸς ἢ μητρός, εἴτε τῷ ἰδίῳ ἀναθέματι ὑπέπεσεν ὁ δοῦλός σου οὗτος, εἴτε τινὰ τῶν ἱερωμένων παρεπίκρανε, καὶ παρ᾿ αὐτοῦ δεσμὸν ἄλυτον ἐδέξατο, εἴτε ὑπὸ Ἀρχιερέως βαρυτάτῳ ἀφορισμῷ περιέπεσε, καὶ ἀμελείᾳ καὶ ῥαθυμίᾳ χρησάμενος, οὐκ ἔτυχε συγχωρήσεως, συγχώρησον αὐτῷ δι᾿ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου· καὶ τὸ μὲν σῶμα αὐτοῦ εἰς τὰ ἐξ ὧν συνετέθη διάλυσον, τὴν δὲ ψυχὴν αὐτοῦ ἐν σκηναῖς Ἁγίων κατάταξον. Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τοῖς ἁγίοις σου Μαθηταῖς καὶ Ἀποστόλοις τὴν ἐξουσίαν ταύτην δοὺς ὥστε τῶν ἁμαρτημάτων διδόναι τὴν ἄφεσιν, καὶ εἰπών· Ὅσα ἂν δήσητε καὶ λύσητε, ἵνα ὦσι δεδεμένα, καὶ λελυμένα· δι᾿ αὐτῶν δὲ καὶ εἰς ἡμᾶς, εἰ καὶ ἀναξίους, ὡσαύτως τὴν τηλικαύτην δωρεὰν φιλανθρώπως διαβιβάσας, λῦσον τὸν κοιμηθέντα δοῦλόν σου (τὸν δεῖνα) τοῦ ψυχικοῦ καὶ σωματικοῦ ἁμαρτήματος, καὶ ἔστω συγκεχωρημένος, καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι· πρεσβείαις τῆς παναχράντου καὶ ἀειπαρθένου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

Εὐχή σὲ περίπτωση κατάρας

Κύριε καὶ Θεέ μας, Ἐσὺ ποὺ μὲ τὴν ἄῤῥητή Σου σοφία δημιούργησες τὸν ἄνθρωπο ἀπὸ τὸ χῶμα καὶ τοῦ ἔδωσες ὡραία μορφὴ καὶ ὀμορφιά, τὸν στόλισες μὲ τὰ χαρίσματά Σου σὰν τίμιο καὶ οὐράνιο κτῆμα Σου γιὰ νὰ σὲ δοξάζει, ἐπειδὴ τὸν ἔπλασες κατὰ τὴν εἰκόνα καὶ τὸ ὁμοίωμά Σου. Αὐτὸς ὅμως παρέβη τὴν ἐντολὴ καὶ τὸ πρόσταγμά Σου καὶ τὴν εἰκόνα Σου ποὺ δέχτηκε δὲν τήρησε ὅπως τὴν παρέλαβε. Ἔτσι γιὰ νὰ μὴ μείνει ἀθάνατο τὸ κακὸ ποὺ μπῆκε στὸν κόσμο, ἀπὸ φιλανθρωπία διέταξες νὰ διαλύεται ἡ κράση καὶ ἡ μίξη αὐτὴ καὶ νὰ κόβεται ὁ ἄρρηκτος δεσμὸς σώματος καὶ ψυχῆς, ὥστε ἡ ψυχὴ νὰ πηγαίνει ἐκεῖ ἀπὸ ὅπου προῆλθε μέχρι τὴν ἡμέρα τῆς κοινῆς ἀνάστασης (τῶν σωμάτων), τὸ δὲ σῶμα νὰ διαλύεται ἐκεῖ ἀπὸ ὅπου δημιουργήθηκε (χῶμα). Γι᾿ αὐτὸ καὶ ἐμεῖς σὲ παρακαλοῦμε τὸν ἄναρχο Πατέρα καὶ τὸν μονογενῆ σου Υἱὸ καὶ τὸ πανάγιο καὶ ὁμοούσιο καὶ ζωοποιὸ Ἅγιο Πνεῦμα Σου, νὰ μὴ παραβλέψεις τὸ πλάσμα Σου, ὥστε νὰ ἀπολεσθεῖ, ἀλλὰ τὸ μὲν σῶμα του νὰ διαλυθεῖ, ἡ δὲ ψυχὴ νὰ καταταχθεῖ στὸν χορὸ τῶν δικαίων. Ναὶ, Κύριε, ἂς νικήσει τὸ ἀμέτρητο ἔλεός Σου καὶ ἡ φιλανθρωπία Σου. Καὶ εἴτε ὁ δοῦλος Σου αὐτὸς ὑπέπεσε σὲ κατάρα τοῦ πατέρα ἢ τῆς μητέρας του ἢ σὲ δικό του ἀνάθεμα, ἢ μὲ τὴν συμπεριφορὰ του λύπησε κάποιον Ἱερέα, ὁ ὁποῖος τοῦ ἔβαλε ἄλυτο δεσμὸ ἢ ἔπεσε σὲ βαρὺ ἀφορισμὸ ἀπὸ Ἀρχιερέα καὶ ἀπὸ ἀμέλεια ἢ ραθυμία του δὲν συγχωρήθηκε ὅσο ζοῦσε, συγχώρησέ τον ἀπὸ ἐμένα, ἂν καὶ εἶμαι ἀνάξιος καὶ ἁμαρτωλός. Καὶ τὸ μὲν σῶμα του διάλυσε, τὴν δὲ ψυχὴ του κατάταξε στὶς σκηνὲς τῶν Ἁγίων Σου. Ναὶ, Κύριε ὁ Θεός, σὺ ποὺ ἔδωσες τὴν ἐξουσία αὐτὴ στοὺς Ἁγίους Σου Μαθητὲς καὶ Ἀποστόλους, ὥστε νὰ δίνουν ἄφεση, λέγοντάς τους: Ὅσα ἂν δέσετε καὶ λύσετε, νὰ εἶναι δεμένα καὶ λυμένα, δι᾿ αὐτῶν καὶ σέ μᾶς, ἂν καὶ ἀνάξιους, τὴν ἴδια ἐξουσία ἔδωσες, λύσε τὸν κοιμηθέντα δοῦλο Σου ἀπὸ τὸ ψυχικὸ καὶ σωματικὸ ἁμάρτημα καὶ ἂς εἶναι συγχωρημένος καὶ σὲ αὐτὸν τὸν αἰώνα καὶ στὸν μελλοντικό, μὲ τὶς πρεσβεῖες τῆς Παναγίας καὶ ὅλων τῶν Ἁγίων Σου. Πράγματι.

Εὐχὴ ἑτέρα.

Δέσποτα πολυέλεε, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τὰς κλεῖς τῆς τῶν οὐρανῶν Βασιλείας, καὶ τῇ σῇ χάριτι τὴν τοῦ δεσμεῖν τε καὶ λύειν τὰς τῶν ἀνθρώπων ἁμαρτίας, μετὰ τὴν ἁγίαν σου ἐκ νεκρῶν τριήμερον ἐξανάστασιν, τοῖς σοῖς ἁγίοις Μαθηταῖς καὶ ἱεροῖς Ἀποστόλοις δωρησάμενος ἐξουσίαν, ὥστε δεδεμένα εἶναι καὶ ἐν τῷ οὐρανῷ ὅσα δι᾿ αὐτῶν ἐν γῇ δέδενται, καὶ λελυμένα ὡσαύτως ἐν τῷ οὐρανῷ ὅσα δι᾿ αὐτῶν ἐν γῇ λέλυνται, διαδόχους δὲ ἡμᾶς τοὺς εὐτελεῖς καὶ ἀναξίους δούλους σου τῆς αὐτῆς ταύτης παρὰ σοῦ ὑπεραγίας δωρεᾶς τε καὶ χάριτος τῇ ἀφάτῳ σου φιλανθρωπίᾳ καταξιώσας γενέσθαι, ὥστε καὶ ἡμᾶς οὕτω δεσμεῖν τε καὶ λύειν τὰ ἐν τῷ λαῷ σου συμβαίνοντα· αὐτός, πανάγαθε Βασιλεῦ, δι᾿ ἐμοῦ τοῦ ταπεινοῦ καὶ ἀναξίου δούλου σου, συγχώρησον τῷ δούλῳ σου (τῷ δεῖνι) εἴτι ἐν τῷ παρόντι βίῳ ὡς ἄνθρωπος ἐπλημμέλησε· καὶ ἄφες αὐτῷ ὅσα ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν ἥμαρτε, λύσας αὐτοῦ καὶ τὸν ἐπικείμενον, μεθ᾿ οἱωνδήποτε τρόπων, δεσμόν, ὃν αὐτὸς καθ᾿ ἑαυτὸν ἐκ συναρπαγῆς ἢ ἄλλης τινὸς αἰτίας ἔδησεν, εἴτε ὑπὸ Ἀρχιερέως εἴτε παρ᾿ ἄλλου τινός, φθόνῳ καὶ συνεργείᾳ τοῦ πονηροῦ, τοιοῦτον ὑπέστη ὀλίσθημα· εὐδόκησον, ὡς μόνος ἀγαθὸς καὶ πολυέλεος, τὴν μὲν ψυχὴν αὐτοῦ μετὰ τῶν Ἁγίων ταχθῆναι τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων, τὸ δὲ σῶμα τῇ παρὰ σοῦ δημιουργηθείσῃ φύσει δοθῆναι. Ὅτι εὐλογητὸς καὶ δεδοξασμένος ὑπάρχεις εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἄλλη Εὐχή.

Δέσποτα τοῦ ἐλέους, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός μας, Σὺ ποὺ ἔδωσες τὰ κλειδιὰ τῆς οὐράνιας βασιλείας στοὺς Ἁγίους μαθητὲς καὶ Ἀποστόλους καὶ μὲ τὴν χάρη Σου τοὺς ἔδωσες τὴν ἐξουσία νὰ δένουν καὶ νὰ λύνουν τὶς ἁμαρτίες τῶν ἀνθρώπων, ὥστε νὰ εἶναι δεμένα στὸν οὐρανὸ ὅσα ἔχουν δεθεῖ στὴν γῆ καὶ λυμένα στὸν οὐρανὸ ὅσα ἔχουν λυθεῖ στὴ γῆ. Ἐμᾶς τοὺς εὐτελεῖς καὶ ἀνάξιους δούλους Σου ἀξίωσες νὰ γίνουμε διάδοχοι τῆς ὑπεραγίας δωρεᾶς καὶ χάριτος μὲ τὴν φιλανθρωπία Σου, ὥστε παρόμοια νὰ δένουμε καὶ νὰ λύνουμε ὅσα συμβαίνουν στὸ λαό Σου. Αὐτὸς ἀγαθὲ βασιλιὰ, συγχώρησε δι᾿ ἐμοῦ τοῦ ταπεινοῦ καὶ ἀνάξιου δούλου Σου τὸν δοῦλο σου (κοιμηθέντα) ἂν κάτι ὡς ἄνθρωπος ἔκανε στὴν ζωή του. Καὶ δῶσε ἄφεση σὲ ὅσα ἢ μὲ λόγια ἢ μὲ ἔργα ἢ μὲ τὸ μυαλὸ του ἁμάρτησε, λύνοντας τὸν δεσμὸ μὲ τὸν ὁποῖο ἢ ὁ ἴδιος σὲ στιγμὴ ἀπροσεξίας ἢ ἀπὸ ἄλλη αἰτία ἔδεσε τὸν ἑαυτό του, ἢ δέθηκε ἀπὸ Ἀρχιερέα, ἢ ἀπὸ κάποιον ἄλλο ἔπεσε σὲ αὐτὸ τὸ ὀλίσθημα ἀπὸ φθόνο καὶ συνεργασία τοῦ διαβόλου. Εὐδόκησε ἡ ψυχή του νὰ καταταχθεῖ μὲ τοὺς Ἁγίους, ποὺ ἀπὸ τὴν ἀρχὴ εὐαρέστησαν ἐνώπιόν Σου, τὸ δὲ σῶμα του νὰ δοθεῖ στὴν φύση ποὺ Σὺ δημιούργησες. Διότι εἶσαι ἄξιος νὰ εὐλογεῖσαι καὶ νὰ δοξάζεσαι στοὺς αἰῶνες. Πράγματι.

Εὐχὴ εἰς κεκοιμημένον ἱερέα.

Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι σοῦ μόνον τὸ ζῆν ἀθάνατον, καὶ ἡ δόξα ἀκατάληπτος, καὶ τὸ ἔλεος ἀμέτρητον, καὶ ἡ φιλανθρωπία ἄφατος, καὶ ἡ βασιλεία ἀδιάδοχος, καὶ οὐκ ἔστι προσωποληψία παρὰ σοί, Κύριε· πᾶσι γὰρ ἀνθρώποις τὸ κοινὸν τοῦ βίου ἔταξας χρέος, τοῦ ὅρου πληρωθέντος. Διό σε ἱκετεύομεν, Κύριε ὁ Θεὸς ἡμῶν· Τὸν δοῦλόν σου (τὸν δεῖνα) ἱερέα, ἀδελφὸν καὶ συλλειτουργὸν ἡμῶν γενόμενον, τὸν ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κοιμηθέντα, ἐν κόλποις Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀνάπαυσον· καὶ ὥσπερ ἐπὶ τῆς γῆς ἐν τῇ Ἐκκλησίᾳ σου λειτουργὸν αὐτὸν κατέστησας, οὕτω καὶ ἐν τῷ οὐρανίῳ σου θυσιαστηρίῳ ἀνάδειξον, Κύριε· ἐπὶ ἀνθρώπων πνευματικῇ ἀξίᾳ κατακοσμήσας, ἐπὶ Ἀγγέλων τῇ σῇ δόξῃ ἀκατάκριτον πρόσδεξαι· αὐτὸς ἐπὶ τῆς γῆς τὴν ζωὴν αὐτοῦ ἐδόξασας, αὐτὸς δὲ καὶ τὴν ἔξοδον τοῦ βίου αὐτοῦ ἐν τῇ εἰσόδῳ τῶν Ἁγίων σου ποίησον, καὶ τὸ πνεῦμα αὐτοῦ μετὰ πάντων τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων συναρίθμησον. Ὅτι σὺ εἶ ἡ ἀνάστασις, …

Εὐχὴ σὲ ἱερέα ποὺ ἐκοιμήθη.

Σὲ εὐχαριστοῦμε Κύριε καὶ Θεέ μας, διότι σὲ ἐσένα ἀνήκει ἡ ἀθάνατη ζωὴ καὶ ἡ δόξα καὶ τὸ ἀμέτρητο ἔλεος καὶ ἡ φιλανθρωπία καὶ ἡ βασιλεία ποὺ δὲν ἔχει διαδοχὴ καὶ δὲν ὑπάρχει προσωποληψία ἐνώπιόν Σου. Διότι σὲ ὅλους τοὺς ἀνθρώπους ὅρισες τὸ κοινὸ χρέος τοῦ βίου (τὸν θάνατο), ὅταν ἔλθει ἡ ὥρα. Γι᾿ αὐτὸ σὲ παρακαλοῦμε Κύριε καὶ Θεέ μας τὸν δοῦλο Σου Ἱερέα (τάδε), ἀδελφὸ καὶ συλλειτουργό μας καὶ ὁ ὁποῖος κοιμήθηκε μὲ τὴν ἐλπίδα τῆς ἀναστάσεως στὴν αἰώνια ζωή, ἀνάπαυσε στοὺς κόλπους Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ. Καὶ ὅπως στὴν γῆ τὸν ἀξίωσες νὰ γίνει λειτουργός Σου, ἔτσι ἀνάδειξε τὸν λειτουργὸ καὶ στὸ οὐράνιο θυσιαστήριό Σου. Καὶ ὅπως μεταξὺ τῶν ἀνθρώπων τὸν ἐκόσμησες μὲ τὸ ἀξίωμα τῆς ἱερατικῆς Σου χάριτος, ἔτσι καὶ μεταξὺ τῶν ἀγγέλων παράλαβέ τον ἀκατάκριτον στὴν Τριαδικὴ δόξα Σου. Ἐσὺ ποὺ ἔκανες ἔνδοξη τὴν ζωή του στὴ γῆ, κάνε μὲ τὸν θάνατό του νὰ μπεῖ στὸν τόπο τῶν Ἁγίων Σου καὶ τοποθέτησε τὸ πνεῦμα του μεταξὺ ἐκείνων ποὺ ἀπὸ τὴν ἀρχὴ Σὲ εὐαρέστησαν. Διότι Σὺ εἶσαι ἡ ἀνάσταση, …

Τελευταῖος ἀσπασμὸς τοῦ λειψάνου. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε τελευταῖον ἀσπασμόν, δῶμεν ἀδελφοί τῷ θανόντι, εὐχαριστοῦντες Θεῷ· οὗτος γὰρ ἐξέλιπε τῆς συγγενείας αὐτοῦ, καὶ πρὸς τάφον ἐπείγεται, οὐκ ἔτι φροντίζων, τὰ τῆς ματαιότητος, καὶ πολυμόχθου σαρκός. Ποῦ νῦν συγγενεῖς τε καὶ φίλοι; Ἄρτι χωριζόμεθα, ὅνπερ ἀναπαῦσαι Κύριος εὐξώμεθα.

Ὁ τελευταῖος ἀσπασμός.

Ἐλᾶτε νὰ δώσουμε τὸν τελευταῖο ἀσπασμὸ στὸν νεκρὸ εὐχαριστοῦντες τὸ Θεό. Αὐτὸς ἔφυγε ἀπὸ τὴν συγγένειά του καὶ πρὸς τὸν τάφο πηγαίνει, μὴ φροντίζοντας πλέον τὰ μάταια τῆς ζωῆς καὶ τοῦ σώματος. Ποῦ θὰ εἶναι τώρα συγγενεῖς καὶ φίλοι; Τώρα χωριζόμαστε καὶ ἂς παρακαλέσουμε τὸν Κύριο νὰ τὸν ἀναπαύσει.

Αἰωνία σου ἡ μνήμη, ἀξιομακάριστε καὶ ἀείμνηστε ἀδελφὲ ἡμῶν. Αἰώνια νὰ ὑπάρχει ἡ μνήμη γιὰ σένα (στὸν οὐρανό), ἀδελφέ μας ποὺ ἀξίζεις νὰ σὲ μακαρίζουν καὶ νὰ σὲ θυμοῦνται γιὰ πάντα.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Μὲ τὶς εὐχὲς τῶν ἁγίων Πατέρων μας, Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεός μας, ἐλέησε καὶ σῶσε μας. Ἀμήν.

 

Print Friendly, PDF & Email