ΕΙΣΑΓΩΓΗ
Ἡ θεία Εὐχαριστία εἶναι τὸ Μυστήριο τοῦ μεγάλου καὶ Μυστικοῦ Δείπνου, ποὺ ἵδρυσε καὶ τέλεσε πρῶτος ὁ Κύριός μας Ἰησοῦς Χριστὸς στὸ ὑπερῶο τῆς Ἱερουσαλὴμ τὸ βράδυ τῆς Πέμπτης, πρὶν ἀπὸ τὴν ἔναρξη τοῦ ἑβραϊκοῦ Πάσχα (Παρασκευή). Αὐτὸ τὸ Μυστήριο παρέδωσε ὁ Κύριος στὴν Ἐκκλησία Του γιὰ νὰ τελεσιουργεῖται σὲ κάθε θεία Λειτουργία.
Ὡς Μυστήριο ἡ θεία Εὐχαριστία ἔχει τὴν ἔννοια ὅτι κάτω ἀπὸ τὰ στοιχεῖα τοῦ ἄρτου καὶ τοῦ οἴνου, τὰ ὁποῖα ἁγιάζονται μὲ τὴν ἐπίκληση τοῦ Ἁγίου Πνεύματος, ὑπάρχουν πραγματικὰ τὸ ἄχραντο Σῶμα καὶ τὸ τίμιο Αἷμα τοῦ Χριστοῦ μας. Εἶναι τὸ Σῶμα ποὺ γεννήθηκε, πέθανε στὸ Σταυρό, ἀναστήθηκε ἀπὸ τὸν τάφο καὶ θεωμένο ἀναλήφθηκε ἐν δόξῃ στοὺς οὐρανούς, ὅπου κάθεται «ἐκ δεξιῶν τοῦ Πατρὸς».
Ἡ θεία Εὐχαριστία, ὅμως, εἶναι ταυτόχρονα καὶ θυσία. Εἶναι πραγματική, ἀληθινή, ἀναίμακτη θυσία. Εἶναι ἡ σταυρικὴ θυσία τοῦ Κυρίου στὸ Γολγοθᾶ, ἡ ὁποία ἐπαναλαμβάνεται σὲ κάθε Λειτουργικὴ σύναξή μας «ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτηρίας».
Ἡ θεία Εὐχαριστία εἶναι Μυστήριο κατεξοχὴν θεοποιητικό. Εἶναι τὸ Μυστήριο τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας. Ἐνῶ στὰ ἄλλα Μυστήρια παρέχεται ἡ Χάρη τοῦ Ἁγίου Πνεύματος γιὰ τὸν ἁγιασμὸ τῶν πιστῶν, στὴ θεία Εὐχαριστία παρέχεται ὁ Ἴδιος ὁ Χριστός, τὸ Σῶμα καὶ τὸ Αἷμα Του, τὰ ὁποῖα μεταλαμβάνοντας οἱ πιστοὶ ἑνώνονται μὲ τὸ Χριστὸ καὶ μεταξύ τους σὲ μιὰ κοινωνία βαθιὰ χριστολογικὴ καὶ ἀνθρωπολογική. Γι᾿ αὐτὸ ἡ θεία Εὐχαριστία εἶναι τὸ κατεξοχὴν Μυστήριο τῆς Ἐκκλησίας.
* * *
Ἡ Μετάληψη εἶναι ἡ τελευταία, ἡ πιὸ σημαντική, ἡ πιὸ οὐσιαστικὴ πράξη συμμετοχῆς τῶν πιστῶν στὸ Μυστήριο τῆς θείας Εὐχαριστίας. Τότε ὁλοκληρώνεται τὸ Μυστήριο, ὅταν μεταλαμβάνουμε τοῦ Σώματος καὶ τοῦ Αἵματος τοῦ Χριστοῦ, δηλαδὴ ὅταν μετέχουμε τῆς θεότητας τοῦ Ἰησοῦ Χριστοῦ. Προκειμένου ὅμως νὰ προσέλθουμε στὴ θεία Μετάληψη ἀπαραίτητη εἶναι καὶ ἡ σχετικὴ προετοιμασία, ποὺ πρέπει νὰ εἶναι ἀνάλογη μὲ τὴν ἱερότητα τοῦ Μυστηρίου τῆς θείας Εὐχαριστίας. Ὁ πιστὸς πρέπει νὰ ἔχει σαφὴ αἴσθηση τῆς ἱερότητας τῆς θείας Μεταλήψεως. Νὰ πιστεύει ἀπόλυτα ὅτι πρόκειται περὶ τροφῆς μυστηριακῆς, ὅτι κάτω ἀπὸ τὸν ἄρτο καὶ τὸν οἶνο λαμβάνει μέσα του ὁλόκληρο τὸ Χριστό· ὅτι γίνεται χριστοφόρος καὶ θεοφόρος. καὶ γιαυτὸ δὲν πρέπει νὰ προσέρχεται στὴ θεία Μετάληψη ἐπιπόλαια καὶ μηχανικά, ἀπὸ ἁπλὴ συνήθεια, ἀλλὰ νὰ εἶναι ὅσο γίνεται «καθαρὸς» γιὰ νὰ δεχτεῖ μέσα του τὸν Καθαρὸ (τὸ Χριστὸ). Ἡ κατάσταση αὐτὴ ἀφορᾶ στὴν κάθαρση τοῦ ἐσωτερικοῦ κόσμου τοῦ ἀνθρώπου, τὸν «κρυπτὸν τῆς καρδίας ἄνθρωπον», τὴν κάθαρση δηλαδὴ τῆς σκέψης, τῆς ἐπιθυμίας καὶ τῆς βουλήσεως, ἡ ὁποία ἐπιτυγχάνεται μὲ τὸν συνεχὴ ἀγώνα κατὰ τῆς ἁμαρτίας κάτω ἀπὸ τὴν καθοδήγηση τοῦ πνευματικοῦ πατέρα.
* * *
Ἡ ὅλη προετοιμασία γιὰ τὴ θεία Κοινωνία ὁλοκληρώνεται μὲ τὴν Ἀκολουθία τῆς θείας Μεταλήψεως, ἡ ὁποία ἀποτελεῖται ἀπὸ τρία μέρη· τὸν Κανόνα, ποὺ διαβάζεται τὴν παραμονὴ τῆς ἡμέρας κατὰ τὴν ὁποία θὰ κοινωνήσει ὁ πιστός· τὴν κυρίως Ἀκολουθία, μὲ τὶς εὐχές, ποὺ διαβάζεται τὸ πρωί, προτοῦ μεταβοῦμε στὴν ἐκκλησία γιὰ τὴ θεία Λειτουργία· καὶ ἀπὸ τὶς μικρὲς εὐχὲς ποὺ λέγει ὁ λειτουργὸς ἀμέσως πρὸ τῆς θείας Μεταλήψεως.
Κάθε φορά, λοιπόν, ποὺ πρόκειται νὰ μεταλάβουμε τὰ ἄχραντα Μυστήρια, μὲ εὐλάβεια μεγάλη καὶ πόθο ἱερό, μὲ συναίσθηση τῆς ἀνθρώπινης ἀδυναμίας μας ἀλλὰ καὶ ἐλπίδα στὸ ἔλεος καὶ τὴν ἀγάπη τοῦ Θεοῦ μας, ἀπὸ τὸ βράδυ νὰ διαβάζουμε μὲ προσοχὴ καὶ κατάνυξη πολλὴ τὴν Ἀκολουθία τῆς θείας Μεταλήψεως, γιὰ ν᾿ ἀκολουθήσει τὴν ἑπομένη ἡ συμμετοχή μας στὴ Λειτουργικὴ σύναξη καὶ τὴ θεία Μετάληψη τοῦ Σώματος καὶ τοῦ Αἵματος τοῦ Χριστοῦ μας, «εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον».
Ε.Γ.Κ.
ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ
Μέλλων προσελθεῖν τοῖς ἀχράντοις Μυστηρίοις, μετὰ τὴν ἀφ᾿ ἑσπέρας εἰθισμένην Ἀκολουθίαν τοῦ Ἀποδείπνου, ἕως τέλους τοῦ «Πιστεύω εἰς ἕνα Θεόν…», λέγε μετὰ κατανύξεως τὸν παρόντα Κανόνα, οὗ ἡ ἀκροστιχὶς κατ᾿ ἀλφάβητον.
Μέλλων προσελθεῖν τοῖς ἀχράντοις Μυστηρίοις, μετὰ τὴν ἀφ᾿ ἑσπέρας εἰθισμένην Ἀκολουθίαν τοῦ Ἀποδείπνου, ἕως τέλους τοῦ, Πιστεύω εἰς ἕνα Θεόν… λέγε μετὰ κατανύξεως τὸν παρόντα Κανόνα οὗ ἡ Ἀκροστιχὶς κατ᾿ Ἀλφάβητον.
Ο ΚΑΝΩΝ
ᾨδὴ α´. Ἦχος β´. Δεῦτε λαοί.
Ἄρτος ζωῆς αἰωνιζούσης γενέσθω μοι τὸ Σῶμά σου τὸ ἅγιον, εὔσπλαγχνε Κύριε, καὶ τὸ Τίμιον Αἷμα, καὶ νόσων πολυτρόπων ἀλεξητήριον.
Βεβηλωθεὶς ἔργοις ἀτόποις ὁ δείλαιος, τοῦ σοῦ ἀχράντου Σώματος καὶ Θείου Αἵματος ἀνάξιος ὑπάρχω, Χριστέ, τῆς μετουσίας, ἧς με ἀξίωσον.
Θεοτοκίον.
Γῆ ἀγαθή, εὐλογημένη Θεόνυμφε, τὸν στάχυν ἡ βλαστήσασα τὸν ἀγεώργητον καὶ σωτήριον κόσμῳ, ἀξίωσόν με τοῦτον τρώγοντα σώζεσθαι.
ᾨδὴ γ´. Ἐν πέτρᾳ με τῆς πίστεως.
Δακρύων μοι παράσχου, Χριστέ, ῥανίδας, τὸν ῥύπον τῆς καρδίας μου καθαιρούσας, ὡς ἂν εὐσυνειδότως κεκαθαρμένος, πίστει προσέρχωμαι καὶ φόβῳ, Δέσποτα, ἐν τῇ μεταλήψει τῶν θείων δώρων σου.
Εἰς ἄφεσιν γενέσθω μοι τῶν πταισμάτων τὸ ἄχραντόν σου Σῶμα καὶ θεῖον Αἷμα, εἰς Πνεύματος Ἁγίου τε κοινωνίαν καὶ εἰς αἰώνιον ζωήν, Φιλάνθρωπε, καὶ παθῶν καὶ θλίψεων ἀλλοτρίωσιν.
Θεοτοκίον.
Ζωῆς τοῦ Ἄρτου τράπεζα, Παναγία, τοῦ ἄνωθεν δι᾿ ἔλεον καταβάντος, καὶ κόσμῳ καινοτέραν ζωὴν διδόντος, κἀμὲ ἀξίωσον νῦν τὸν ἀνάξιον, μετὰ φόβου γεύσασθαι τούτου καὶ ζήσεσθαι.
ᾨδὴ δ´. Ἐλήλυθας ἐκ Παρθένου.
Ἠθέλησας δι᾿ ἡμᾶς σαρκωθείς, Πολυέλεε, τυθῆναι ὡς πρόβατον διὰ βροτῶν ἁμαρτήματα· ὅθεν ἱκετεύω σε καὶ τὰ ἐμὰ ἐξαλεῖψαι πλημμελήματα.
Θεράπευσον τῆς ψυχῆς μου τὰ τραύματα, Κύριε, καὶ ὅλον ἁγίασον καὶ καταξίωσον, Δέσποτα, ὅπως κοινωνήσω σου τοῦ μυστικοῦ Θείου Δείπνου ὁ ταλαίπωρος.
Θεοτοκίον.
Ἱλέωσαι καὶ ἐμοὶ τὸν ἐκ σπλάγχνων σου, Δέσποινα, καὶ τήρει με ἄῤῥυπον τὸν σὸν ἱκέτην καὶ ἄμεμπτον, ὅπως εἰσδεχόμενος τὸν νοητὸν μαργαρίτην ἁγιάζωμαι.
ᾨδὴ ε´. Ὁ τοῦ φωτὸς χορηγός.
Καθὼς προέφης, Χριστέ, γενέσθω δὴ τῷ εὐτελεῖ δούλῳ σου· καὶ ἐν ἐμοὶ μεῖνον ὡς ὑπέσχου· ἰδοὺ γὰρ τὸ Σῶμα τρώγω σου τὸ θεῖον καὶ πίνω τὸ Αἷμὰ σου.
Λόγε Θεοῦ καὶ Θεέ, ὁ ἄνθραξ γένοιτο τοῦ σοῦ Σώματος εἰς φωτισμὸν τῷ ἐσκοτισμένῳ ἐμοί, καὶ καθαρισμὸν τῆς βεβηλωθείσης ψυχῆς μου τὸ Αἷμὰ σου.
Θεοτοκίον.
Μαρία μῆτερ Θεοῦ, τῆς εὐωδίας τὸ σεπτὸν σκήνωμα, ταῖς σαῖς εὐχαῖς σκεῦος ἐκλογῆς με ἀπέργασαι, ὅπως τῶν ἁγιασμάτων μετέχω τοῦ Τόκου σου.
ᾨδὴ Ϛ´. Ἐν ἀβύσσῳ πταισμάτων.
Νοῦν, ψυχὴν καὶ καρδίαν ἁγίασον, Σῶτερ, καὶ τὸ σῶμά μου, καὶ καταξίωσον ἀκατακρίτως, Δέσποτα, τοῖς φρικτοῖς μυστηρίοις προσέρχεσθαι.
Ξενωθείην παθῶν, καὶ τῆς χάριτος σχοίην τε προσθήκην ζωῆς καὶ ἀσφάλειαν, διὰ τῆς μεταλήψεως τῶν ἁγίων, Χριστέ, Μυστηρίων σου.
Θεοτοκίον.
Ὁ Θεοῦ Θεὸς Λόγος ὁ Ἅγιος, ὅλον με ἁγίασον νῦν προσερχόμενον τοῖς θείοις Μυστηρίοις σου, τῆς ἁγίας Μητρός σου δεήσεσι.
Κοντάκιον. Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Τὸν Ἄρτον, Χριστέ, λαβεῖν μὴ ὑπερίδῃς με, τὸ Σῶμα τὸ σὸν καὶ τὸ θεῖον νῦν Αἷμά σου· τῶν ἀχράντων, Δέσποτα, καὶ φρικτῶν Μυστηρίων σου μετασχεῖν τῷ ἀθλίῳ, μὴ εἰς κρῖμά μοι γένοιτο· γένοιτο δέ μοι εἰς ζωὴν αἰώνιον καὶ ἀθάνατον.
ᾨδὴ ζ´. Εἰκόνος χρυσῆς.
Πηγὴ ἀγαθῶν ἡ μετάληψις, Χριστέ, τῶν ἀθανάτων σου νῦν Μυστηρίων· γενηθήτω μοι φῶς καὶ ζωὴ καὶ ἀπάθεια, καὶ πρὸς ἀρετῆς θειοτέρας προκοπὴν καὶ ἐπίδοσιν πρόξενος, μόνε Ἀγαθέ, ὅπως δοξάζω σε.
Ῥυσθείην παθῶν καὶ ἐχθρῶν καὶ ἀναγκῶν καὶ πάσης θλίψεως, τρόμῳ καὶ πόθῳ προσιὼν τανῦν, μετ᾿ εὐλαβείας, Φιλάνθρωπε, σοῦ τοῖς ἀθανάτοις καὶ θείοις Μυστηρίοις καὶ ψάλλων σοι· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Σωτῆρα Χριστὸν ἡ τεκοῦσα ὑπὲρ νοῦν, Θεοχαρίτωτε, ἐκδυσωπῶ σε νῦν ὁ δοῦλός σου, τὴν καθαρὰν ὁ ἀκάθαρτος· μέλλοντά με νῦν τοῖς ἀχράντοις Μυστηρίοις προσέρχεσθαι, κάθαρον ὅλον μολυσμοῦ σαρκὸς καὶ πνεύματος.
ᾨδὴ η´. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Τῶν οὐρανίων καὶ φρικτῶν καὶ ἁγίων σου, Χριστέ, νῦν Μυστηρίων, καὶ τοῦ Θείου σου Δείπνου καὶ μυστικοῦ κοινωνὸν γενέσθαι κἀμὲ καταξίωσον, τὸν ἀπεγνωσμένον, ὁ Θεὸς ὁ Σωτήρ μου.
Ὑπὸ τὴν σὴν καταφυγὼν εὐσπλαγχνίαν, Ἀγαθέ, κράζω σοι φόβῳ· Ἐν ἐμοὶ μεῖνον, Σῶτερ, κἀγώ, ὡς ἔφης ἐν σοί· ἰδοὺ γάρ, θαῤῥῶν τῷ ἐλέει σου, τρώγω σου τὸ Σῶμα καὶ πίνω σου τὸ Αἷμα.
Θεοτοκίον.
Φρίττω δεχόμενος τὸ πῦρ, μὴ φλεχθῶ ὡσεὶ κηρὸς καὶ ὡσεὶ χόρτος. Ὤ φρικτοῦ Μυστηρίου! Ὤ εὐσπλαγχνίας Θεοῦ! Πῶς θείου Σώματος καὶ Αἵματος ὁ πηλὸς μετέχω καὶ ἀφθαρτοποιοῦμαι;
ᾨδὴ θ´. Ἀνάρχου γεννήτορος.
Χρηστός ἐστι, γεύσασθε καὶ ἴδετε, ὁ Κύριος· δι᾿ ἡμᾶς καθ᾿ ἡμᾶς γὰρ πάλαι γενόμενος, ἅπαξ ἑαυτόν τε προσάξας, ὡς προσφορὰν Πατρὶ τῷ ἰδίῳ ἀεὶ σφαγιάζεται, ἁγιάζων τοὺς μετέχοντας.
Ψυχὴν σὺν τῷ σώματι ἁγιασθείην, Δέσποτα, φωτισθείην, σωθείην, γενοίμην οἶκός σου τῇ τῶν Μυστηρίων μεθέξει τῶν ἱερῶν, ἔνοικόν σε ἔχων σὺν Πατρὶ καὶ Πνεύματι, εὐεργέτα Πολυέλεε.
Ὡς πῦρ γενηθήτω μοι καὶ ὡσεὶ φῶς τὸ Σῶμά σου καὶ τὸ Αἷμα, Σωτήρ μου, τὸ τιμιώτατον, φλέγον ἁμαρτίας τὴν ὕλην, καὶ ἐμπιπρῶν παθῶν τὰς ἀκάνθας καὶ ὅλον φωτίζον με προσκυνεῖν σου τὴν Θεότητα.
Θεοτοκίον.
Θεὸς σεσωμάτωται, ἐκ τῶν ἁγνῶν αἱμάτων σου· ὅθεν πᾶσα ὑμνεῖ σε γενεά, Δέσποινα· νόων τε τὰ πλήθη δοξάζει, ὡς διὰ σοῦ σαφῶς κατιδόντα τὸν πάντων δεσπόζοντα, οὐσιωθέντα τὸ ἀνθρώπινον.
Καὶ εὐθὺς τὸ Ἄξιόν ἐστιν. Τρισάγιον. Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν. Καὶ τὰ λοιπὰ τοῦ Ἀποδείπνου καὶ Ἀπόλυσις.
Τῌ ΕΠΑΥΡΙΟΝ
Τὴν πρωΐαν μετὰ τὴν συνήθη Ἑωθινὴν Ἀκολουθίαν, λέγε·
Τρισάγιον… Δόξα. Καὶ νῦν. Παναγία Τριάς… Κύριε, ἐλέησον (γ´) Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν… Ὅτι σοῦ ἐστιν… Κύριε, ἐλέησον (ιβ´) Δόξα. Καὶ νῦν. Δεῦτε προσκυνήσωμεν… (γ´), καὶ τοὺς ἑπομένους Ψαλμούς·
Ψαλμὸς ΚΒ´ (22)
Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν. Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με· τὴν ψυχήν μου ἐπέστρεψεν. Ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ. Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με. Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.
Ψαλμὸς ΚΓ´ (23)
Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς· ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Τὶς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τὶς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὑτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ. Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ. Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης.
Ψαλμὸς ΡΙΕ´ (115)
Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; Ποτήριον
σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ὦ Κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου· διέῤῥηξας τοὺς δεσμούς μου. Σοὶ θύσω θυσίαν αἰνέσεως καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχὰς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, ἐν αὐλαῖς οἴκου Κυρίου ἐν μέσῳ σου, Ἱερουσαλήμ.
Δόξα. Καὶ νῦν. Ἀλληλούϊα (γ´). Δόξα σοι ὁ Θεός. Κύριε, ἐλέησον (γ´).
Καὶ τὰ παρόντα τροπάρια.
Ἦχος πλ. β´.
Τὰς ἀνομίας μου πάριδε, Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ τὴν καρδίαν μου καθάρισον, ναὸν αὐτὴν ποιῶν τοῦ ἀχράντου σου Σώματος καὶ Αἵματος· μή με ἐξουδενώσῃς ἀπὸ τοῦ σοῦ προσώπου, ὁ ἀμέτρητον ἔχων τὸ μέγα ἔλεος.
Δόξα.
Εἰς τὴν μετάληψιν τῶν Ἁγιασμάτων σου πῶς ἀναιδεσθῶ ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω σοι προσελθεῖν σὺν τοῖς ἀξίοις, ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ Δείπνου, καὶ κατάκρισιν προξενήσω τῇ πολυαμαρτήτῳ μου ψυχῇ. Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με, ὡς φιλάνθρωπος.
Καὶ νῦν. Θεοτοκίον
Πολλὰ τὰ πλήθη τῶν ἐμῶν, Θεοτόκε, πταισμάτων· πρὸς σὲ κατέφυγον, ἁγνή, σωτηρίας δεόμενος. Ἐπίσκεψαι τὴν ἀσθενοῦσάν μου ψυχὴν καὶ πρέσβευε τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, δοθῆναί μοι τὴν ἄφεσιν, ὧν ἔπραξα δεινῶν, μόνη εὐλογημένη.
Τῇ δὲ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ, τὸ παρόν.
Ὅτε οἱ ἔνδοξοι μαθηταὶ ἐν τῷ νιπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο, τότε Ἰούδας ὁ δυσσεβὴς φιλαργυρίαν νοσήσας ἐσκοτίζετο καὶ ἀνόμοις κριταῖς σέ, τὸν δίκαιον Κριτήν, παραδίδωσι. Βλέπε, χρημάτων ἐραστά, τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον· φεῦγε ἀκόρεστον ψυχήν, τὴν διδασκάλῳ τοιαῦτα τολμήσασαν. Ὁ περὶ πάντας ἀγαθός, Κύριε, δόξα σοι.
Τό, Κύριε, ἐλέησον (μ´), μετανοίας ὅσας βούλει, καὶ ἀμέσως τὰς ἑπομένας Ἰκετηρίους Εὐχάς.
ΣΤΙΧΟΙ ΔΙΔΑΚΤΙΚΟΙ
Περὶ τοῦ, πῶς δεῖ προσέρχεσθαι
τοῖς Ἀχράντοις Μυστηρίοις
Συμεὼν τοῦ Μεταφραστοῦ
Μέλλων φαγεῖν, ἄνθρωπε, Σῶμα Δεσπότου,
φόβῳ πρόσελθε, μὴ φλεγῇς· πῦρ τυγχάνει.
Θεῖον δὲ πίνων Αἷμα πρὸς μετουσίαν,
πρῶτον καταλλάγηθι τοῖς σὲ λυποῦσιν,
ἔπειτα θαῤῥῶν, μυστικὴν βρῶσιν φάγε.
Ἕτεροι ὅμοιοι.
Πρὸ τοῦ μετασχεῖν τῆς φρικώδους θυσίας,
τοῦ ζωοποιοῦ Σώματος τοῦ Δεσπότου,
τῷδε πρόσευξαι τῷ τρόπῳ μετὰ τρόμου.
ΕΥΧΗ Α´
Τοῦ Μεγάλου Βασιλείου
Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, ὁ πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως δημιουργός, ὁ τοῦ ἀνάρχου Πατρὸς συναΐδιος Υἱὸς καὶ συνάναρχος, ὁ δι᾿ ὑπερβολὴν ἀγαθότητος ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν σάρκα φορέσας, καὶ σταυρωθεὶς καὶ τυθεὶς ὑπὲρ τῶν ἀχαρίστων καὶ ἀγνωμόνων ἡμῶν, καὶ τῷ οἰκείῳ σου Αἵματι ἀναπλάσας τὴν φθαρεῖσαν ὑπὸ τῆς ἁμαρτίας φύσιν ἡμῶν, αὐτὸς ἀθάνατε Βασιλεῦ, πρόσδεξαι κἀμοῦ τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν καὶ κλῖνον τὸ οὖς σου ἐπ᾿ ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου· ἥμαρτον γάρ, Κύριε, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου καὶ οὔκ εἰμι ἄξιος ἀτενίσαι εἰς τὸ ὕψος τῆς δόξης σου· παρώργισα γάρ σου τὴν ἀγαθότητα, τὰς σὰς ἐντολὰς παραβὰς καὶ μὴ ὑπακούσας τοῖς σοῖς προστάγμασιν. Ἀλλὰ σύ, Κύριε, ἀνεξίκακος ὤν, μακρόθυμός τε καὶ πολυέλεος, οὐ παρέδωκάς με συναπολέσθαι ταῖς ἀνομίαις μου, τὴν ἐμὴν πάντως ἀναμένων ἐπιστροφήν. Σὺ γὰρ εἶπας, φιλάνθρωπε, διὰ τοῦ προφήτου σου, ὅτι οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· οὐ γὰρ βούλει, Δέσποτα, τὸ πλάσμα τῶν σῶν ἀπολέσθαι χειρῶν, οὐδὲ εὐδοκεῖς ἐπ᾿ ἀπωλείᾳ ἀνθρώπων, ἀλλὰ θέλεις πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Διὸ κἀγώ, εἰ καὶ ἀνάξιὸς εἰμι τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ αὐτῆς τῆς προσκαίρου ζωῆς ὅλον ἑμαυτὸν ὑποτάξας τῇ ἁμαρτίᾳ καὶ ταῖς ἡδοναῖς δουλώσας καὶ τὴν σὴν ἀχρειώσας εἰκόνα, ἀλλὰ ποίημα καὶ πλάσμα σὸν γεγονώς, οὐκ ἀπογινώσκω τὴν ἐμαυτοῦ σωτηρίαν ὁ ἄθλιος· τῇ δὲ σῇ ἀμετρήτῳ εὐσπλαγχνίᾳ θαῤῥήσας προσέρχομαι. Δέξαι οὖν κἀμέ, φιλάνθρωπε Χριστέ, ὡς τὴν Πόρνην, ὡς τὸν Λῃστήν, ὡς τὸν Τελώνην καὶ ὡς τὸν Ἄσωτον· καὶ ἆρόν μου τὸ βαρὺ φορτίον τῶν ἁμαρτιῶν, ὁ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου καὶ τὰς ἀσθενείας τῶν ἀνθρώπων ἰώμενος· ὁ τοὺς κοπιῶντας καὶ πεφορτισμένους πρὸς σεαυτὸν καλῶν καὶ ἀναπαύων· ὁ μὴ ἐλθὼν καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· καὶ καθάρισόν με ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· δίδαξόν με ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου, ἵνα ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεώς μου, τῶν ἁγιασμάτων σου τὴν μερίδα ὑποδεχόμενος, ἑνωθῶ τῷ ἁγίῳ Σώματί σου καὶ Αἵματι, καὶ ἕξω σε ἐν ἐμοὶ κατοικοῦντα καὶ μένοντα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι. Ναί, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου· καὶ μὴ εἰς κρῖμά μοι γένοιτο ἡ μετάληψις τῶν ἀχράντων καὶ ζωοποιῶν Μυστηρίων σου, μηδὲ ἀσθενὴς γενοίμην ψυχῇ τε καὶ σώματι, ἐκ τοῦ ἀναξίως αὐτῶν μεταλαμβάνειν· ἀλλὰ δός μοι, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τὴν μερίδα τῶν ἁγιασμάτων σου, εἰς Πνεύματος ἁγίου κοινωνίαν, εἰς ἐφόδιον ζωῆς αἰωνίου καὶ εἰς εὐπρόσδεκτον ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματός σου· ὅπως ἂν κἀγώ, σὺν πᾶσι τοῖς ἐκλεκτοῖς σου, μέτοχος γένωμαι τῶν ἀκηράτων σου ἀγαθῶν, ὧν ἡτοίμασας τοῖς ἀγαπῶσί σε, Κύριε· ἐν οἷς δεδοξασμένος ὑπάρχεις εἰς τοὺς αἰῶνας. Ἀμήν.
ΕYXΗ B´ (τοῦ αὐτοῦ)
Οἶδα, Κύριε, ὅτι ἀναξίως μεταλαμβάνω τοῦ ἀχράντου σου Σώματος καὶ τοῦ τιμίου σου Αἵματος καὶ ἔνοχὸς εἰμι καὶ κρῖμα ἐμαυτῷ ἐσθίω καὶ πίνω, μὴ διακρίνων τὸ Σῶμα καὶ τὸ Αἷμα τοῦ Χριστοῦ καὶ Θεοῦ μου· ἀλλὰ τοῖς οἰκτιρμοῖς σου θαῤῥῶν, προσέρχομαί σοι τῷ εἰπόντι. Ὁ τρώγων μου τὴν Σάρκα καὶ πίνων μου τὸ Αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Σπλαγχνίσθητι οὖν, Κύριε, καὶ μὴ παραδειγματίσῃς με τὸν ἁμαρτωλόν, ἀλλὰ ποίησον μετ᾿ ἐμοῦ κατὰ τὸ ἔλεός σου· καὶ γενέσθω μοι τὰ ἅγια ταῦτα εἰς ἴασιν καὶ κάθαρσιν καὶ φωτισμὸν καὶ φυλακτήριον καὶ σωτηρίαν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος· εἰς ἀποτροπὴν πάσης φαντασίας καὶ πονηρᾶς πράξεως καὶ ἐνεργείας διαβολικῆς, κατὰ διάνοιαν τῆς ἐν τοῖς μέλεσί μου ἐνεργουμένης· εἰς παῤῥησίαν καὶ ἀγάπην τὴν πρὸς σέ· εἰς διόρθωσιν βίου καὶ ἀσφάλειαν· εἰς αὔξησιν ἀρετῆς καὶ τελειότητος· εἰς πλήρωσιν ἐντολῶν· εἰς Πνεύματος ἁγίου κοινωνίαν· εἰς ἐφόδιον ζωῆς αἰωνίου καὶ εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματός σου· μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.
ΕΥΧΗ Γ´ (Ἰωάννου τοῦ Χρυσοστόμου)
Κύριε ὁ Θεός μου, οἶδα, ὅτι οὔκ εἰμι ἄξιος οὐδὲ ἱκανός, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς τοῦ οἴκου τῆς ψυχῆς, διότι ὅλη ἔρημος καὶ καταπεσοῦσὰ ἐστι, καὶ οὐκ ἔχεις παρ᾿ ἐμοὶ τόπον ἄξιον τοῦ κλῖναι τὴν κεφαλήν. Ἀλλ᾿ ὡς ἐξ ὕψους δι᾿ ἡμᾶς ἐταπείνωσας σεαυτόν, συμμετρίασον καὶ νῦν τῇ ταπεινώσει μου. Καὶ ὡς κατεδέξω ἐν τῷ σπηλαίῳ καὶ φάτνῃ ἀλόγων ἀνακλιθῆναι, οὕτω κατάδεξαι καὶ ἐν τῇ φάτνῃ τῆς ἀλόγου μου ψυχῆς καὶ ἐν τῷ ἐσπιλωμένῳ μου σώματι εἰσελθεῖν. Καὶ ὡς οὐκ ἀπηξίωσας εἰσελθεῖν καὶ συνδειπνῆσαι ἁμαρτωλοῖς ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, οὕτω κατάδεξαι εἰσελθεῖν καὶ εἰς τὸν οἶκον τῆς ταπεινῆς μου ψυχῆς, τοῦ λεπροῦ καὶ ἁμαρτωλοῦ. Καὶ ὡς οὐκ ἀπώσω τὴν ὁμοίαν μοι πόρνην καὶ ἁμαρτωλόν, προσερχομένην καὶ ἁπτομένην σου, οὕτω σπλαγχνίσθητι καὶ ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ, προσερχομένῳ σοι καὶ ἁπτομένῳ σου. Καὶ ὡς οὐκ ἐβδελύξω τὸ ῥυπαρὸν ἐκείνης στόμα καὶ ἐναγὲς καταφιλοῦν σε, μηδὲ ἐμοῦ βδελύξῃ τὸ ῥυπαρώτερον ἐκείνης στόμα καὶ ἐναγέστερον, μηδὲ τὰ ἔμμυσα καὶ ἀκάθαρτά μου χείλη καὶ βέβηλα, καὶ τὴν ἀκαθαρτοτέραν μου γλῶσσαν. Ἀλλὰ γενέσθω μοι ὁ ἄνθραξ τοῦ παναγίου σου Σώματος καὶ τοῦ τιμίου σου Αἵματος εἰς ἁγιασμὸν καὶ φωτισμὸν καὶ ῥῶσιν τῆς ταπεινῆς μου ψυχῆς καὶ τοῦ σώματος· εἰς κουφισμὸν τοῦ βάρους τῶν πολλῶν μου πλημμελημάτων· εἰς φυλακτήριον πάσης διαβολικῆς ἐνεργείας· εἰς ἀποτροπὴν καὶ ἐμπόδιον τῆς φαύλης μου καὶ πονηρᾶς συνηθείας· εἰς ἀπονέκρωσιν τῶν παθῶν· εἰς περιποίησιν τῶν ἐντολῶν σου· εἰς προσθήκην τῆς θείας σου χάριτος καὶ τῆς σῆς βασιλείας οἰκείωσιν. Οὐ γὰρ ὡς καταφρονῶν προσέρχομαί σοι, Χριστὲ ὁ Θεός, ἀλλ᾿ ὡς θαῤῥῶν τῇ ἀφάτῳ σου ἀγαθότητι, καὶ ἵνα μή, ἐπὶ πολὺ ἀφιστάμενος τῆς κοινωνίας σου, θηριάλωτος ὑπὸ τοῦ νοητοῦ λύκου γένωμαι. Διὸ δέομαί σου, ὡς μόνος ὢν ἅγιος, Δέσποτα, ἁγίασὸν μου τὴν ψυχὴν καὶ τὸ σῶμα, τὸν νοῦν καὶ τὴν καρδίαν, τοὺς νεφροὺς καὶ τὰ σπλάγχνα, καὶ ὅλον με ἀνακαίνισον καὶ ῥίζωσον τὸν φόβον σου ἐν τοῖς μέλεσί μου, καὶ τὸν ἁγιασμόν σου ἀνεξάλειπτον ἀπ᾿ ἐμοῦ ποίησον. Καὶ γενοῦ μοι βοηθὸς καὶ ἀντιλήπτωρ, κυβερνῶν ἐν εἰρήνῃ τὴν ζωήν μου, καταξιῶν με καὶ τῆς ἐκ τῶν δεξιῶν σου παραστάσεως μετὰ τῶν ἁγίων σου· εὐχαῖς καὶ πρεσβείαις τῆς παναχράντου σου Μητρός, τῶν ἀΰλων σου λειτουργῶν καὶ ἀχράντων Δυνάμεων καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων. Ἀμήν.
ΕΥΧΗ Δ´ (τοῦ αὐτοῦ)
Οὔκ εἰμι ἱκανός, Δέσποτα Κύριε, ἵνα εἰσέλθῃς ὑπὸ τὴν στέγην τῆς ψυχῆς μου· ἀλλ᾿ ἐπειδὴ βούλει σύ, ὡς φιλάνθρωπος, οἰκεῖν ἐν ἐμοί, θαῤῥῶν προσέρχομαι. Κελεύεις, ἀναπετάσω τὰς πύλας, ἃς σὺ μόνος ἐδημιούργησας, καὶ εἰσέρχῃ μετὰ φιλανθρωπίας, ὡς πέφυκας· εἰσέρχῃ καὶ φωτίζεις τὸν ἐσκοτισμένον μου λογισμόν. Πιστεύω ὡς τοῦτο ποιήσεις· οὐ γὰρ Πόρνην προσελθοῦσὰν σοι μετὰ δακρύων ἀπέφυγες, οὐδὲ Τελώνην ἀπεβάλου μετανοήσαντα, οὐδὲ Λῃστὴν ἐπιγνόντα τὴν βασιλείαν σου ἀπεδίωξας, οὐδὲ Διώκτην μετανοήσαντα κατέλιπες, ὃ ἦν· ἀλλὰ τοὺς ὑπὸ τῆς μετανοίας προσαχθέντας, ἅπαντας ἐν τῷ χορῷ τῶν σῶν φίλων κατέταξας, ὁ μόνος ὑπάρχων εὐλογημένος πάντοτε, νῦν καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.
ΕΥΧΗ Ε´ (τοῦ αὐτοῦ)
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, ἄνες, ἄφες, ἱλάσθητι καὶ συγχώρησὸν μοι, τῷ ἁμαρτωλῷ καὶ ἀχρείῳ καὶ ἀναξίῳ δούλῳ σου, τὰ πταίσματα καὶ πλημμελήματα καὶ παραπτώματά μου, ὅσα σοι ἐκ νεότητός μου μέχρι τῆς παρούσης ἡμέρας καὶ ὥρας ἥμαρτον, εἴτε ἐν γνώσει καὶ ἀγνοίᾳ, εἴτε ἐν λόγοις ἢ ἔργοις ἢ ἐνθυμήμασιν ἢ διανοήμασι καὶ ἐπιτηδεύμασι, καὶ πάσαις μου ταῖς αἰσθήσεσι. Καὶ τῇ πρεσβείᾳ τῆς ἀσπόρως κυησάσης σε παναχράντου καὶ ἀειπαρθένου Μαρίας τῆς Μητρός σου, τῆς μόνης ἀκαταισχύντου ἐλπίδος καὶ προστασίας καὶ σωτηρίας μου, καταξίωσόν με ἀκατακρίτως μεταλαβεῖν τῶν ἀχράντων καὶ ἀθανάτων καὶ ζωοποιῶν καὶ φρικτῶν Μυστηρίων σου, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον· εἰς ἁγιασμὸν καὶ φωτισμὸν καὶ ῥώμην καὶ ἴασιν καὶ ὑγείαν ψυχῆς τε καὶ σώματος· καὶ εἰς ἐξάλειψιν καὶ παντελῆ ἀφανισμὸν τῶν πονηρῶν μου λογισμῶν καὶ ἐνθυμήσεων καὶ προλήψεων καὶ νυκτερινῶν φαντασιῶν τῶν σκοτεινῶν καὶ πονηρῶν πνευμάτων. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Ϛ´ (Ἰωάννου τοῦ Δαμασκηνοῦ)
Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μόνος ἔχων ἐξουσίαν ἀνθρώποις ἀφιέναι ἁμαρτίας, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, πάριδέ μου πάντα τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ πταίσματα, καὶ ἀξίωσόν με ἀκατακρίτως μεταλαβεῖν τῶν θείων καὶ ἐνδόξων καὶ ἀχράντων καὶ ζωοποιῶν σου Μυστηρίων, μὴ εἰς κόλασιν, μὴ εἰς προσθήκην ἁμαρτιῶν, ἀλλ᾿ εἰς καθαρισμὸν καὶ ἁγιασμὸν καὶ ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας· εἰς τεῖχος καὶ βοήθειαν καὶ ἀνατροπὴν τῶν ἐναντίων καὶ εἰς ἐξάλειψιν τῶν πολλῶν μου πλημμελημάτων. Σὺ γὰρ εἶ Θεὸς ἐλέους καὶ οἰκτιρμῶν καὶ φιλανθρωπίας, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΥΧΗ Ζ´ (Συμεὼν τοῦ Νέου Θεολόγου)
Ἐκ τῶν θείων ἐρωτήσεων τῆς ἁγίας Μεταλήψεως
Ἀπὸ ῥυπαρῶν χειλέων,
ἀπὸ βδελυρᾶς καρδίας,
ἀπὸ ἀκαθάρτου γλώττης,
ἐκ ψυχῆς ἐῤῥυπωμένης,
δέξαι δέησιν, Χριστέ μου·
καὶ μὴ παρωσάμενός μου,
μὴ τοὺς λόγους, μὴ τοὺς τρόπους,
μηδὲ τὴν ἀναισχυντίαν,
δός μοι παῤῥησίᾳ λέγειν,
ἃ βεβούλευμαι, Χριστέ μου,
μᾶλλον δὲ καὶ δίδαξόν με,
τί με δεῖ ποιεῖν καὶ λέγειν.
Ἥμαρτον ὑπὲρ τὴν Πόρνην
ἥ, μαθοῦσα ποῦ κατάγεις,
μύρον ἐξωνησαμένη,
ἦλθε τολμηρῶς ἀλεῖψαι,
σοῦ τοὺς πόδας τοῦ Χριστοῦ μου,
τοῦ Δεσπότου καὶ Θεοῦ μου.
Ὡς ἐκείνην οὐκ ἀπώσω,
προσελθοῦσαν ἐκ καρδίας,
μηδ᾿ ἐμὲ βδελύξῃ, Λόγε,
σοὺς δὲ πάρασχέ μοι πόδας
καὶ κρατῆσαι καὶ φιλῆσαι,
καὶ τῷ ῥείθρῳ τῶν δακρύων,
ὡς πολυτιμήτῳ μύρῳ,
τούτους τολμηρῶς ἀλεῖψαι.
Πλῦνόν με τοῖς δάκρυσί μου,
κάθαρον αὐτοῖς με, Λόγε,
ἄφες καὶ τὰ πταίσματά μου,
καὶ συγγνώμην πάρασχέ μοι.
Οἶδας τῶν κακῶν τὸ πλῆθος,
οἶδας καὶ τὰ τραύματά μου·
καὶ τοὺς μώλωπας ὁρᾷς μου
ἀλλὰ καὶ τὴν πίστιν οἶδας
καὶ τὴν προθυμίαν βλέπεις
καὶ τοὺς στεναγμοὺς ἀκούεις.
Οὐ λανθάνει σε, Θεέ μου,
ποιητά μου, λυτρωτά μου,
οὐδὲ σταλαγμὸς δακρύων,
οὐδὲ σταλαγμοῦ τι μέρος.
Τὸ μὲν ἀκατέργαστόν μου
ἔγνωσαν οἱ ὀφθαλμοί σου·
ἐπὶ τὸ βιβλίον δέ σου,
καὶ τὰ μήπω πεπραγμένα,
γεγραμμένα σοι τυγχάνει.
Ἴδε τὴν ταπείνωσίν μου,
ἴδε μου τὸν κόπον, ὅσος!
καὶ τὰς ἁμαρτίας πάσας
ἄφες μοι, Θεὲ τῶν ὅλων,
ἵνα καθαρᾷ καρδίᾳ,
περιτρόμῳ διανοίᾳ
καὶ ψυχῇ συντετριμμένῃ,
τῶν ἀχράντων σου μετάσχω
καὶ πανάγνων μυστηρίων,
οἷς ζωοῦται καὶ θεοῦται
πᾶς ὁ τρώγων σε καὶ πίνων
ἐξ εἰλικρινοῦς καρδίας.
Σὺ γὰρ εἶπας, Δέσποτά μου·
Πᾶς ὁ τρώγων μου τὴν Σάρκα,
πίνων δέ μου καὶ τὸ Αἷμα,
ἐν ἐμοὶ μὲν οὗτος μένει,
ἐν αὐτῷ δ᾿ ἐγὼ τυγχάνω.
Ἀληθὴς ὁ λόγος πάντως
τοῦ Δεσπότου καὶ Θεοῦ μου.
Τῶν γὰρ θείων ὁ μετέχων
καὶ θεοποιῶν χαρίτων,
οὔμενουν, οὐκ ἔστι μόνος,
ἀλλὰ μετὰ σοῦ, Χριστέ μου,
τοῦ φωτὸς τοῦ τρισηλίου,
τοῦ φωτίζοντος τὸν κόσμον.
Ἵνα γοῦν μὴ μόνος μένω
δίχα σου τοῦ Ζωοδότου,
τῆς πνοῆς μου, τῆς ζωῆς μου,
τοῦ ἀγαλλιάματός μου,
τῆς τοῦ κόσμου σωτηρίας,
διὰ τοῦτό σοι προσῆλθον,
ὡς ὁρᾷς μετὰ δακρύων
καὶ ψυχῆς συντετριμμένης,
λύτρον τῶν ἐμῶν πταισμάτων
ἱκετεύων τοῦ λαβεῖν με,
καὶ τῶν σῶν ζωοπαρόχων
καὶ ἀμέμπτων μυστηρίων
μετασχεῖν ἀκατακρίτως,
ἵνα μείνῃς, καθὼς εἶπας,
μετ᾿ ἐμοῦ τοῦ τρισαθλίου·
ἵνα μή, χωρὶς εὑρών με
τῆς σῆς χάριτος, ὁ πλάνος,
ἀφαρπάσῃ με δολίως,
καὶ πλανήσας ἀπαγάγῃ
τῶν θεοποιῶν σου λόγων.
Διὰ τοῦτό σοι προσπίπτω
καὶ θερμῶς ἀναβοῶ σοι·
Ὡς τὸν Ἄσωτον ἐδέξω,
καὶ τὴν Πόρνην προσελθοῦσαν,
οὕτω δέξαι με τὸν πόρνον
καὶ τὸν ἄσωτον, Οἰκτίρμον,
ἐν ψυχῇ συντετριμμένῃ
νῦν με προσερχόμενόν σοι.
Οἶδα, Σῶτερ, ὅτι ἄλλος,
ὡς ἐγώ, οὐκ ἔπταισέ σοι
οὐδὲ ἔπραξε τὰς πράξεις,
ἃς ἐγὼ κατειργασάμην.
Ἀλλὰ τοῦτο πάλιν οἶδα,
ὡς οὐ μέγεθος πταισμάτων,
οὐχ ἁμαρτημάτων πλῆθος,
ὑπερβαίνει τοῦ Θεοῦ μου
τὴν πολλὴν μακροθυμίαν,
καὶ φιλανθρωπίαν ἄκραν·
ἀλλ᾿ ἐλαίῳ συμπαθείας,
τοὺς θερμῶς μετανοοῦντας,
καὶ καθαίρεις καὶ λαμπρύνεις
καὶ φωτὸς ποιεῖς μετόχους,
κοινωνοὺς Θεότητός σου
ἐργαζόμενος ἀφθόνως·
καί, τὸ ξένον καὶ ἀγγέλοις
καὶ ἀνθρώπων διανοίαις,
ὁμιλεῖς αὐτοῖς πολλάκις,
ὥσπερ φίλοις σου γνησίοις.
Ταῦτα τολμηρὸν ποιεῖ με,
ταῦτά με πτεροῖ, Χριστέ μου·
καὶ θαῤῥῶν ταῖς σαῖς πλουσίαις
πρὸς ἡμᾶς εὐεργεσίαις,
χαίρων τε καὶ τρέμων ἅμα,
τοῦ πυρὸς μεταλαμβάνω,
χόρτος ὢν καὶ ξένον θαῦμα!
δροσιζόμενος ἀφράστως
ὡσπεροῦν ἡ βάτος πάλαι,
ἡ ἀφλέκτως καιομένη.
Τοίνυν εὐχαρίστῳ γνώμῃ,
εὐχαρίστῳ δὲ καρδίᾳ,
εὐχαρίστοις μέλεσί μου,
τῆς ψυχῆς καὶ τῆς σαρκός μου
προσκυνῶ καὶ μεγαλύνω
καὶ δοξάζω σε, Θεέ μου,
ὡς εὐλογημένον ὄντα
νῦν τε καὶ εἰς τοὺς αἰῶνας.
Εὐχὴ Η´ (Συμεὼν τοῦ Μεταφραστοῦ)
Ὁ μόνος καθαρὸς καὶ ἀκήρατος Κύριος, ὁ δι᾿ οἶκτον φιλανθρωπίας ἀνεκδιήγητον τὸ ἡμέτερον ὅλον προσλαβόμενος φύραμα, ἐκ τῶν ἁγνῶν καὶ παρθενικῶν αἱμάτων τῆς ὑπερφυῶς κυησάσης σε, Πνεύματος Θείου ἐπελεύσει καὶ εὐδοκίᾳ Πατρὸς ἀϊδίου, Χριστὲ Ἰησοῦ, σοφία Θεοῦ καὶ εἰρήνη καὶ δύναμις· ὁ τῷ προσλήμματὶ σου τὰ ζωοποιὰ καὶ σωτήρια πάθη καταδεξάμενος, τὸν Σταυρόν, τοὺς ἤλους, τὴν λόγχην, τὸν θάνατον, νέκρωσόν μου τὰ ψυχοφθόρα πάθη τοῦ σώματος. Ὁ τῇ ταφῇ σου τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, θάψον μου διὰ τῶν ἀγαθῶν λογισμῶν τὰ πονηρὰ διαβούλια, καὶ τὰ τῆς πονηρίας πνεύματα διασκέδασον. Ὁ τῇ τριημέρῳ σου καὶ ζωηφόρῳ Ἀναστάσει τὸν πεπτωκότα προπάτορα ἀναστήσας, ἀνάστησόν με τῇ ἁμαρτίᾳ κατολισθήσαντα, τρόπους μοι μετανοίας ὑποτιθέμενος. Ὁ τῇ ἐνδόξῳ σου Ἀναλήψει τῆς σαρκὸς θεώσας τὸ πρόσλημμα καὶ τοῦτο τῇ δεξιᾷ καθέδρᾳ τιμήσας τοῦ Πατρός, ἀξίωσόν με, διὰ τῆς τῶν ἁγίων σου μυστηρίων μεταλήψεως, τῆς δεξιᾶς μερίδος τῶν σῳζομένων τυχεῖν. Ὁ τῇ ἐπιδημίᾳ τοῦ παρακλήτου Πνεύματος σκεύη τίμια τοὺς ἱερούς σου μαθητὰς ἐργασάμενος, δοχεῖον κἀμὲ τῆς αὐτοῦ ἀνάδειξον ἐπελεύσεως. Ὁ μέλλων πάλιν ἔρχεσθαι κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, εὐδόκησον κἀμὲ προϋπαντῆσαὶ σοι ἐν νεφέλαις τῷ ποιητῇ καὶ πλάστῃ μου σὺν πᾶσι τοῖς ἁγίοις σου· ἵνα ἀτελευτήτως δοξολογῶ καὶ ἀνυμνῶ σε, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ Θ´ (Ἰωάννου τοῦ Δαμασκηνοῦ)
Πρὸ τῶν θυρῶν τοῦ ναοῦ σου παρέστηκα καὶ τῶν δεινῶν λογισμῶν οὐκ ἀφίσταμαι, ἀλλὰ σύ, Χριστὲ ὁ Θεός, ὁ Τελώνην δικαιώσας καὶ Χαναναίαν ἐλεήσας καὶ τῷ Λῃστῇ παραδείσου πύλας ἀνοίξας, ἄνοιξόν μοι τὰ σπλάγχνα τῆς φιλανθρωπίας σου καὶ δέξαι με προσερχόμενον καὶ ἁπτόμενόν σου, ὡς τὴν Πόρνην καὶ τὴν Αἱμόῤῥουν· ἡ μὲν γάρ, τοῦ κρασπέδου σου ἁψαμένη εὐχερῶς τὴν ἴασιν ἔλαβεν, ἡ δέ, τοὺς σοὺς ἀχράντους πόδας κρατήσασα, τὴν λύσιν τῶν ἁμαρτημάτων ἐκομίσατο. Ἐγὼ δὲ ὁ ἐλεεινός, ὅλον τὸ Σῶμα τολμῶν δέξασθαι, μὴ καταφλεχθείην· ἀλλὰ δέξαι με, ὥσπερ ἐκείνας, καὶ φώτισόν μου τὰ τῆς ψυχῆς αἰσθητήρια, καταφλέγων μου τὰ τῆς ἁμαρτίας ἐγκλήματα, πρεσβείαις τῆς ἀσπόρως τεκούσης σε καὶ τῶν ἐπουρανίων δυνάμεων. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ Ι´ (Ἰωάννου τοῦ Χρυσοστόμου)
Πιστεύω, Κύριε, καὶ ὁμολογῶ ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὦν πρῶτὸς εἰμι ἐγώ. Ἔτι πιστεύω ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· Ἐλέησόν με καὶ συγχώρησὸν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
Ἀπερχόμενος δὲ μεταλαβεῖν, λέγε τοὺς παρόντας στίχους.
Συμεὼν τοῦ Μεταφραστοῦ
Ἰδού, βαδίζω πρὸς θείαν κοινωνίαν·
Πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ·
πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον.
ἀλλ᾿ οὖν κάθαρον ἐκ πάσης με κηλῖδος.
Τὸ Τροπάριον·
Τοῦ Δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ᾿ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Τοὺς παρόντας στίχους·
Θεουργὸν Αἷμα φρίξον, ἄνθρωπε, βλέπων·
ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων·
Θεοῦ τὸ Σῶμα καὶ θεοῖ με καὶ τρέφει·
θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.
Τὰ τροπάρια ταῦτα·
Ἔθελξας πόθῳ με, Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι· ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου.
Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων. Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με, ὡς φιλάνθρωπος.
Καὶ τὴν παροῦσαν εὐχήν·
Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμὰ μοι γένοιτο τὰ Ἅγια ταῦτα διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ᾿ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τῷ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι· τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.
Καὶ πάλιν·
Τοῦ Δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ᾿ ὡς ὁ Λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
ΕΥΧΑΡΙΣΤΙΑ ΜΕΤΑ ΤΗΝ ΘΕΙΑΝ ΜΕΤΑΛΗΨΙΝ
Στίχοι προτρεπτικοί·
Ἐπὰν δὲ τύχῃς τῆς καλῆς μετουσίας
τῶν ζωοποιῶν μυστικῶν δωρημάτων,
ὕμνησον εὐθύς, εὐχαρίστησον μέγα,
καὶ τάδε θερμῶς ἐκ ψυχῆς Θεῷ λέγε·
Δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός· δόξα σοι, ὁ Θεός!
Καὶ ἀμέσως τὰς ἐπομένας εὐχαριστηρίους Εὐχάς·
Ἀνωνύμου
Εὐχαριστῶ σοι, Κύριε, ὁ Θεός μου, ὅτι οὐκ ἀπώσω με τὸν ἁμαρτωλόν, ἀλλὰ κοινωνόν με γενέσθαι τῶν ἁγιασμάτων σου κατηξίωσας. Εὐχαριστῶ σοι, ὅτι με τὸν ἀνάξιον μεταλαβεῖν τῶν ἀχράντων σου καὶ ἐπουρανίων δωρεῶν κατηξίωσας. Ἀλλά, Δέσποτα φιλάνθρωπε, ὁ ὑπὲρ ἡμῶν ἀποθανών τε καὶ ἀναστὰς καὶ χαρισάμενος ἡμῖν τὰ φρικτὰ ταῦτα καὶ ζωοποιά σου Μυστήρια, ἐπ᾿ εὐεργεσίᾳ καὶ ἁγιασμῷ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, δὸς γενέσθαι ταῦτα κἀμοὶ εἰς ἴασιν ψυχῆς τε καὶ σώματος, εἰς ἀποτροπὴν παντὸς ἐναντίου, εἰς φωτισμὸν τῶν ὀφθαλμῶν τῆς καρδίας μου, εἰς εἰρήνην τῶν ψυχικῶν μου δυνάμεων, εἰς πίστιν ἀκαταίσχυντον, εἰς ἀγάπην ἀνυπόκριτον, εἰς πλησμονὴν σοφίας, εἰς περιποίησιν τῶν ἐντολῶν σου, εἰς προσθήκην τῆς θείας σου χάριτος καὶ τῆς σῆς βασιλείας οἰκείωσιν· ἵνα ἐν τῷ ἁγιασμῷ σου δι᾿ αὐτῶν φυλαττόμενος, τῆς σῆς χάριτος μνημονεύω διὰ παντὸς καὶ μηκέτι ἐμαυτῷ ζῶ, ἀλλὰ σοὶ τῷ ἡμετέρῳ Δεσπότῃ καὶ εὐεργέτῃ. Καὶ οὕτω τοῦ τῇδε βίου ἀπάρας ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου, εἰς τὴν ἀΐδιον καταντήσω ἀνάπαυσιν, ἔνθα ὁ τῶν ἑορταζόντων ἦχος ὁ ἀκατάπαυστος καὶ ἡ ἀπέραντος ἡδονὴ τῶν καθορώντων τοῦ σοῦ προσώπου τὸ κάλλος τὸ ἄῤῥητον. Σὺ γὰρ εἶ τὸ ὄντως ἐφετὸν καὶ ἡ ἀνέκφραστος εὐφροσύνη τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σὲ ὑμνεῖ πᾶσα ἡ κτίσις εἰς τοὺς αἰῶνας. Ἀμήν.
Μεγάλου Βασιλείου
Δέσποτα Χριστὲ ὁ Θεός, βασιλεῦ τῶν αἰώνων καὶ δημιουργὲ τῶν ἁπάντων, εὐχαριστῶ σοι ἐπὶ πᾶσιν, οἷς παρέσχου μοι ἀγαθοῖς, καὶ ἐπὶ τῇ μεταλήψει τῶν ἀχράντων καὶ ζωοποιῶν σου μυστηρίων. Δέομαι οὖν σου, ἀγαθὲ καὶ φιλάνθρωπε· φύλαξόν με ὑπὸ τὴν σκέπην σου καὶ ἐν τῇ τῶν πτερύγων σου σκιᾷ· καὶ δώρησαὶ μοι ἐν καθαρῷ συνειδότι, μέχρις ἐσχάτης μου ἀναπνοῆς, ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Σὺ γὰρ εἶ ὁ ἄρτος τῆς ζωῆς, ἡ πηγὴ τοῦ ἁγιασμοῦ, ὁ δοτὴρ τῶν ἀγαθῶν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Συμεὼν τοῦ Μεταφραστοῦ
Ὁ δοὺς τροφήν μοι σάρκα σὴν ἑκουσίως,
ὁ πῦρ ὑπάρχων καὶ φλέγων ἀναξίους,
μὴ δὴ καταφλέξῃς με, μὴ Πλαστουργέ μου·
μᾶλλον δίελθε πρὸς μελῶν μου συνθέσεις,
εἰς πάντας ἁρμούς, εἰς νεφρούς, εἰς καρδίαν·
φλέξον δ᾿ ἀκάνθας τῶν ὅλων μου πταισμάτων.
Ψυχὴν κάθαρον, ἁγίασον τὰς φρένας·
τὰς ἰγνύας στήριξον ὀστέοις ἅμα·
αἰσθήσεων φώτισον ἁπλῆν πεντάδα·
ὅλον με τῷ σῷ συγκαθήλωσον φόβω.
Ἀεὶ σκέπε, φρούρει τε καὶ φύλαττέ με
ἐκ παντὸς ἔργου καὶ λόγου ψυχοφθόρου.
Ἅγνιζε καὶ κάθαρε καὶ ῥύθμιζέ με·
κάλλυνε, συνέτιζε καὶ φώτιζέ με·
δεῖξόν με σὸν σκήνωμα Πνεύματος μόνου,
καὶ μηκέτι σκήνωμα τῆς ἁμαρτίας·
ἵν᾿ ὡς σὸν οἶκον εἰσόδῳ κοινωνίας,
ὡς πῦρ με φεύγῃ πᾶς κακοῦργος, πᾶν πάθος.
Πρέσβεις φέρω σοι πάντας ἡγιασμένους,
τὰς ταξιαρχίας τε τῶν Ἀσωμάτων,
τὸν Πρόδρομόν σου, τοὺς σοφοὺς Ἀποστόλους,
πρὸς τοῖς δε σὴν ἄχραντον ἁγνὴν Μητέρα·
ὧν τὰς λιτάς, εὔσπλαγχνε, δέξαι, Χριστέ μου,
καὶ φωτὸς παῖδα τὸν σὸν ἔργασαι λάτριν.
Σὺ γὰρ ὑπάρχεις ἁγιασμὸς καὶ μόνος
ἡμῶν, ἀγαθέ, τῶν ψυχῶν καὶ λαμπρότης·
καὶ σοὶ πρεπόντως, ὡς Θεῷ καὶ Δεσπότῃ,
δόξαν ἅπαντες πέμπομεν καθ᾿ ἡμέραν.
Ἀνωνύμου
Τὸ Σῶμά σου τὸ ἅγιον, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, γένοιτό μοι εἰς ζωὴν αἰώνιον, καὶ τὸ Αἷμά σου τὸ τίμιον εἰς ἄφεσιν ἁμαρτιῶν. Γένοιτο δέ μοι ἡ εὐχαριστία αὕτη εἰς χαράν, ὑγείαν καὶ εὐφροσύνην· καὶ ἐν τῇ φοβερᾷ καὶ δευτέρᾳ ἐλεύσει σου ἀξίωσόν με τὸν ἁμαρτωλὸν στῆναι ἐκ δεξιῶν τῆς σῆς δόξης, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.
Ἀνωνύμου
Εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Παναγία Δέσποινα, Θεοτόκε, τὸ φῶς τῆς ἐσκοτισμένης μου ψυχῆς, ἡ ἐλπίς, ἡ σκέπη, ἡ καταφυγή, ἡ παραμυθία, τὸ ἀγαλλίαμά μου, εὐχαριστῶ σοι, ὅτι ἠξίωσάς με τὸν ἀνάξιον κοινωνὸν γενέσθαι τοῦ ἀχράντου Σώματος καὶ τοῦ Τιμίου Αἵματος τοῦ Υἱοῦ σου. Ἀλλ᾿ ἡ τεκοῦσα τὸ ἀληθινὸν φῶς, φώτισὸν μου τοὺς νοητοὺς ὀφθαλμοὺς τῆς καρδίας· ἡ τὴν πηγὴν τῆς ἀθανασίας κυήσασα, ζωοποίησόν με τὸν τεθανατωμένον τῇ ἁμαρτίᾳ, ἡ τοῦ ἐλεήμονος Θεοῦ φιλεύσπλαγχνος Μήτηρ, ἐλέησόν με, καὶ δὸς κατάνυξιν καὶ συντριβὴν ἐν τῇ καρδίᾳ μου καὶ ταπείνωσιν ἐν τοῖς διανοήμασί μου, καὶ ἀνάκλησιν ἐν ταῖς αἰχμαλωσίαις τῶν λογισμῶν μου. Καὶ ἀξίωσόν με, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τῶν ἀχράντων Μυστηρίων τὸν ἁγιασμόν, εἰς ἴασιν ψυχῆς τε καὶ σώματος· καὶ παράσχου μοι δάκρυα μετανοίας καὶ ἐξομολογήσεως, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ὅτι εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις εἰς τοὺς αἰῶνας· Ἀμήν.
Ὁ ἱερεύς· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα κατὰ τὸ ῥῆμα σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριὸν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Τρισάγιον. Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν. Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας καὶ τὸ Θεοτοκίον, τὸ τοῦ Ναοῦ καὶ τὸ Ἀπολυτίκιον καὶ Κοντάκιον τοῦ ἱεροῦ Χρυσοστόμου ἢ τοῦ Μεγάλου Βασιλείου.
Ἀπολυτίκιον τοῦ ἱεροῦ Χρυσοστόμου.
Ἦχος πλ. δ´.
Ἡ τοῦ στόματός σου, καθάπερ πυρσός, ἐκλάμψασα χάρις τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· ἀλλὰ σοῖς λόγοις παιδεύων, πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ λόγῳ Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον τοῦ ἱεροῦ Χρυσοστόμου.
Ἦχος πλ. β´. Τὴν ὑπὲρ ἡμῶν.
Ἐκ τῶν οὐρανῶν, ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν, χειλέων πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν· Ἰωάννη Χρυσόστομε, παμμακάριστε ὅσιε· ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.
Εἰ ἐτελέσθη ἡ θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου λέγε τὸ τοῦ Ἁγίου·
Ἀπολυτίκιον τοῦ Μεγάλου Βασιλείου.
Ἦχος α´.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι᾿ οὗ θεοπρεπῶς ἐδογμάτισας· τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας· βασίλειον ἱεράτευμα, πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον τοῦ Μεγάλου Βασιλείου.
Ἦχος δ´. Ἐπεφάνης σήμεροv.
Ὦφθης βάσις ἄσειστος τῇ Ἐκκλησίᾳ, νέμων πᾶσιν ἄσυλον, τὴν κυριότητα βροτοῖς, ἐπισφραγίζων σοῖς δόγμασιν, οὐρανοφάντορ Βασίλειε ὅσιε.
Καὶ τό·
Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία, ἀνεδείχθη ἅπαντας φωταγωγοῦσα τοὺς πιστούς, ἐν ᾧ ἑστῶτες κραυγάζωμεν· τοῦτον τὸν Οἶκον στερέωσον, Κύριε.
Εἰ δε ἐστι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτή, λέγει πρῶτον τὸ Ἀπολυτίκιον τροπάριον τῆς ἑορτῆς, εἶτα τὸ τοῦ ἱεροῦ Χρυσοστόμου ἢ τοῦ Μεγάλου Βασιλείου καὶ ἐν τέλει·
Κύριε, ἐλέησον (ιβ´). Δόξα. Καὶ νῦν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξωτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου εὐλόγησον Πάτερ.
Ὁ Ἱερεὺς ἐκφωνεῖ· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς.
Ὁ Προεστὼς τὴν Εὐχήν· Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς ἀπρόσιτον· καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν, πρὸς ἐργασίαν τῶν ἐντολῶν σου· πρεσβείαις τῆς παναχράντου σου Μητρὸς καὶ πάντων σου τῶν ἁγίων.
Ὁ ἀναγνώστης· Ἀμήν. Δόξα. Καὶ νῦν. Κύριε, ἐλέησον (γ´). Πάτερ Ἅγιε εὐλόγησον.
Ὁ Ἱερεὺς ποιεῖ τὴν τελείαν Ἀπόλυσιν· Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν δόξα σοι.
[Ὁ ἀναστάς…] Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεό, ἐλέησον ἡμᾶς.
Ἀμήν.
«Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Ὁ τρώγων μου τὴν σάρκαν καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον» (Ἰωάν. Στ´, 53-4).
Πηγή: users.uoa.gr