Αρχιεπισκοπική Εγκύκλιος για την Εβδομάδα Προσευχής
Εὐχὴ διὰ τὴν ἑβδομάδα Προσευχῆς (7-13 Μαρτίου 2021)
Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, μακρόθυμε, πολυεύσπλαγχνε καὶ παντοδύναμε, ὁ μόνος ἐλεήμων καὶ συμπαθής, τὸ τῆς φιλανθρωπίας ἀνεξιχνίαστον πέλαγος, ἡ ἀνεξάντλητος τῆς ἀγαθότητος πηγή, ὁ τῶν ἀδικουμένων φύλαξ καὶ προστάτης, ἡ πηγὴ πάσης σοφίας καὶ γνώσεως, ὁ φωτίζων τοὺς ἐσκοτισμένους, ἡ κραταιὰ ἀντίληψις καὶ βοήθεια τῶν ἀπηλπισμένων, ὁ ἰατρὸς καὶ βοηθὸς τῶν νοσούντων, ὁ τὰς σωματικὰς καὶ ψυχικὰς θλίψεις τῶν ἀνθρώπων ἰώμενος, καὶ νικητὴς τοῦ θανάτου, ἐπάκουσον τῆς φωνῆς τῆς δεήσεως τῶν ἐν τῇ νήσῳ Κύπρῳ καὶ ἐν στενώσει ψυχῆς εὑρισκομένων δούλων Σου.
Φύλαξον ὑπὸ τὴν κραταιάν Σου σκέπην καὶ κηδεμονίαν τὴν πατρίδα ἡμῶν, καθ’ ἧς ἐχθρὸς ἀλλόθρησκος, ὑπεράριθμος, ὑπέροπλος καὶ ὑπερόπτης ἐπετέθη καί ἐδούλωσεν αὐτήν. Ἐπιλήσμονες γεγονότες τῶν δωρεῶν καὶ τῶν εὐεργεσιῶν Σου, τοῖς προστάγμασί Σου οὐκ ἐπορεύθημεν καὶ τὰς ἐντολάς Σου οὐκ ἐφυλάξαμεν καὶ ἀπὸ Σοῦ ἀποστάντες, ἀγνώμονες τῶν δωρεῶν ἐγενόμεθα. Διὰ τοῦτο καὶ πάλιν, σήμερον, ἐν ἐπιβουλῇ ἐχθρῶν εὑρισκόμεθα καὶ ἀπωλέσαι ὁλοσχερῶς τὴν νῆσον ἡμῶν κινδυνεύομεν.
Ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσπίπτομέν Σοι καὶ ἱκετεύομεν. Ἵλεως γενοῦ ἡμῖν διὰ τὰς ἀνομίας ἡμῶν. Ἀντίθες ἄβυσσον τοῦ ἐλέους Σου τῷ πλήθει τῶν πλημμελημάτων ἡμῶν. Ἐν τῷ ἐκλείπειν τὴν ἰσχὺν ἡμῶν, μὴ ἐγκαταλίπῃς ἡμᾶς. Δέξαι πάντας ἡμᾶς, τοὺς ἄρχοντας, τὸν κλῆρον καὶ τὸν πιστὸν λαόν Σου, προσπίπτοντάς Σοι καὶ βοῶντας τὸ «Ἡμάρτομεν». Ἔπιδε εὐσπλάγχνῳ ὄμματι ἐπὶ τὸν δεινῶς δοκιμαζόμενον λαόν Σου, ὥς ποτε ἐπὶ Νινευΐταις. Σύντριψον τὴν ἐπηρμένην ὀφρὺν τῶν ἀπηνῶν διωκτῶν τοῦ Σταυροῦ Σου. Ἀποδίωξον ἀπὸ τῆς γῆς τῶν πατέρων ἡμῶν τὰς ὀρδὰς τῶν ἀσεβῶν εἰσβολέων τῶν καταδυναστευόντων καὶ ἐξουθενούντων τὸν λαόν Σου καὶ βεβηλούντων τοὺς ναοὺς καὶ τὰ σεβάσματά Σου.
Βοήθησον ἡμῖν εἰς καιρὸν λοιμοῦ, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Παῦσον τὴν ἐπελθοῦσαν λοιμικὴν πανδημίαν, ὑπομονὴν δὲ ἐν τῷ καιρῷ τούτῳ δὸς ἡμῖν, Κύριε. Γενοῦ ἰατρὸς πάντων ἡμῶν, ἐξέγειρον ἡμᾶς ἀπὸ κλίνης ὀδυνηρᾶς καὶ ἀπὸ στρωµνῆς κακώσεως. Τὸν λαόν Σου περιφρούρησον, τὴν νεότητα διαφύλαξον, τοὺς ἀσθενοῦντας ἐκ τοῦ ἐπαράτου ἰοῦ θεράπευσον, ἐνίσχυσον τοὺς ἐν γήρατι ὄντας, πρὸς πάντας τοὺς ἐν ποικίλαις νόσοις καὶ περιστάσεσι δοκιμαζομένους ἀδελφοὺς ἡμῶν παράκλησιν δώρησαι. Ναί, Κύριε, εὐδιάλλακτε καὶ πολυέλεε, ἐμφύτευσον ἐν ταῖς καρδίαις ἡμῶν χαράν, εὐφροσύνην, πραότητα καὶ γαλήνην.
Σὺ Κύριε, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, λάμψον ἐν ταῖς καρδίαις πάντων ἡμῶν τὸ Φῶς Σου τὸ ἀΐδιον, καὶ δὸς ἡμῖν πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα εἰρηνικόν. Φώτισον, φρούρησον τὰς καρδίας τῶν κρατούντων, τῶν τῆς Ἐκκλησίας ποιμένων καί τοῦ προσπεφευγότος εὐσεβοῦς λαοῦ, εἰς τὸ εἰδέναι πάντας τὸ θέλημά Σου καὶ ἐν παντὶ ἔργῳ ἀγαθῷ προκόπτοντας καί αὐξανομένους διὰ τῆς ἄνωθεν σοφίας, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων Βαρνάβα, Παύλου, Ἀνδρέου τοῦ Πρωτοκλήτου, τῶν ἐν Κύπρῳ διαλαμψάντων Ἁγίων καὶ πάντων Σου τῶν Ἁγίων σου, Ἀμήν.