Αρχιεπισκοπική Εγκύκλιος για την Εβδομάδα Προσευχής

Αρχιεπισκοπική Εγκύκλιος για την Εβδομάδα Προσευχής


Εὐχὴ διὰ τὴν ἑβδομάδα Προσευχῆς (7-13 Μαρτίου 2021)

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, μακρόθυμε, πολυεύσπλαγχνε καὶ παντοδύναμε, ὁ μόνος ἐλεήμων καὶ συμπαθής, τὸ τῆς φιλανθρωπίας ἀνεξιχνίαστον πέλαγος, ἡ ἀνεξάντλητος τῆς ἀγαθότητος πηγή, ὁ τῶν ἀδικουμένων φύλαξ καὶ προστάτης, ἡ πηγὴ πάσης σοφίας καὶ γνώσεως, ὁ φωτίζων τοὺς ἐσκοτισμένους, ἡ κραταιὰ ἀντίληψις καὶ βοήθεια τῶν ἀπηλπισμένων, ὁ ἰατρὸς καὶ βοηθὸς τῶν νοσούντων, ὁ τὰς σωματικὰς καὶ ψυχικὰς θλίψεις τῶν ἀνθρώπων ἰώμενος, καὶ νικητὴς τοῦ θανάτου, ἐ­πά­κου­σον τῆς φω­νῆς τῆς δε­ή­σε­ως τῶν ἐν τῇ νήσῳ Κύπρῳ καὶ ἐν στενώσει ψυχῆς εὑρισκομένων δούλων Σου.

Φύλαξον ὑπὸ τὴν κραταιάν Σου σκέπην καὶ κηδεμονίαν τὴν πατρίδα ἡμῶν, καθ’ ἧς ἐχθρὸς ἀλλόθρησκος, ὑ­πε­ρά­ρι­θμος, ὑ­πέ­ρο­πλος καὶ ὑ­πε­ρό­πτης ἐ­πε­τέ­θη καί ἐ­δού­λω­σεν αὐτήν. Ἐπιλήσμονες γεγονότες τῶν δωρεῶν καὶ τῶν εὐεργεσιῶν Σου, τοῖς προστάγμασί Σου οὐκ ἐπορεύθημεν καὶ τὰς ἐντολάς Σου οὐκ ἐφυλάξαμεν καὶ ἀπὸ Σοῦ ἀποστάντες, ἀγνώμονες τῶν δωρεῶν ἐγενόμεθα. Διὰ τοῦτο καὶ πάλιν, σήμερον, ἐν ἐπιβουλῇ ἐχθρῶν εὑρισκόμεθα καὶ ἀπωλέσαι ὁλοσχερῶς τὴν νῆσον ἡμῶν κινδυνεύομεν.  

Ἐν ψυ­χῇ συ­ντε­τριμ­μέ­νῃ καὶ πνεύ­μα­τι τα­πει­νώ­σε­ως προ­σπί­πτο­μέν Σοι καὶ ἱ­κε­τεύ­ο­μεν. Ἵλεως γενοῦ ἡμῖν διὰ τὰς ἀ­νο­μί­ας ἡ­μῶν. Ἀ­ντί­θες ἄ­βυσ­σον τοῦ ἐλέους Σου τῷ πλή­θει τῶν πλημ­με­λη­μά­των ἡ­μῶν. Ἐν τῷ ἐ­κλεί­πειν τὴν ἰ­σχὺν ἡ­μῶν, μὴ ἐ­γκα­τα­λί­πῃς ἡ­μᾶς. Δέ­ξαι πάντας ἡμᾶς, τοὺς ἄρχοντας, τὸν κλῆρον καὶ τὸν πιστὸν λαόν Σου, προ­σπί­πτο­ντάς Σοι καὶ βο­ῶ­ντας τὸ «Ἡ­μάρ­το­μεν». Ἔ­πι­δε εὐ­σπλάγ­χνῳ ὄμ­μα­τι ἐ­πὶ τὸν δει­νῶς δο­κι­μα­ζό­με­νον λα­όν Σου, ὥς ποτε ἐπὶ Νινευΐταις. Σύντρι­ψον τὴν ἐ­πηρ­μέ­νην ὀ­φρὺν τῶν ἀ­πη­νῶν δι­ω­κτῶν τοῦ Σταυ­ροῦ Σου. Ἀ­πο­δί­ω­ξον ἀπὸ τῆς γῆς τῶν πα­τέ­ρων ἡ­μῶν τὰς ὀρ­δὰς τῶν ἀσεβῶν εἰ­σβο­λέ­ων τῶν κα­τα­δυ­να­στευ­ό­ντων καὶ ἐ­ξου­θε­νού­ντων τὸν λα­όν Σου καὶ βε­βη­λού­ντων τοὺς να­οὺς καὶ τὰ σεβάσματά Σου.

Βοήθησον ἡμῖν εἰς καιρὸν λοιμοῦ, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Παῦσον τὴν ἐπελθοῦσαν λοιμικὴν πανδημίαν, ὑπομονὴν δὲ ἐν τῷ καιρῷ τούτῳ δὸς ἡμῖν, Κύριε. Γενοῦ ἰατρὸς πάντων ἡμῶν, ἐξέγειρον ἡμᾶς ἀπὸ κλίνης ὀδυνηρᾶς καὶ ἀπὸ στρωµνῆς κακώσεως. Τὸν λαόν Σου περιφρούρησον, τὴν νεότητα διαφύλαξον, τοὺς ἀσθενοῦντας ἐκ τοῦ ἐπαράτου ἰοῦ θεράπευσον, ἐνίσχυσον τοὺς ἐν γήρατι ὄντας, πρὸς πάντας τοὺς ἐν ποικίλαις νόσοις καὶ περιστάσεσι δοκιμαζομένους ἀδελφοὺς ἡμῶν παράκλησιν δώρησαι. Ναί, Κύριε, εὐδιάλλακτε καὶ πολυέλεε, ἐμφύτευσον ἐν ταῖς καρδίαις ἡμῶν χαράν, εὐφροσύνην, πραότητα καὶ γαλήνην.

Σὺ Κύριε, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, λάμψον ἐν ταῖς καρδίαις πάντων ἡμῶν τὸ Φῶς Σου τὸ ἀΐδιον, καὶ δὸς ἡμῖν πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα εἰρηνικόν. Φώτισον, φρούρησον τὰς καρδίας τῶν κρατούντων, τῶν τῆς Ἐκκλησίας ποιμένων καί τοῦ προσπεφευγότος εὐσεβοῦς λαοῦ, εἰς τὸ εἰδέναι πάντας τὸ θέλημά Σου καὶ ἐν παντὶ ἔργῳ ἀγαθῷ προκόπτοντας καί αὐξανομένους διὰ τῆς ἄνωθεν σοφίας, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων Βαρνάβα, Παύλου, Ἀνδρέου τοῦ Πρωτοκλήτου, τῶν ἐν Κύπρῳ διαλαμψάντων Ἁγίων καὶ πάντων Σου τῶν Ἁγίων σου, Ἀμήν.

Print Friendly, PDF & Email

Share this post