Εὐχή ὑπέρ τοῦ Περιβάλλοντος ἡμᾶς στοιχείου καί εὐσταθείας πάσης τῆς Kτίσεως
Κύριε ὁ Θεός ἡμῶν, ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ὁ Δημιουργός τοῦ περιβάλλοντος ἡμᾶς στοιχείου καί ὁ Κυβερνήτης πάσης τῆς κτίσεως, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν· ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς· ὁ καιρούς καί χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, ὁ ἄναρχος καί ἀτελεύτητος καί ἐπέκεινα παντός χρόνου νοούμενός τε καί ὑπάρχων, ὁ πάσης ἐκτός μεταβολῆς τε τῶν ὄντων καί ἀλλοιώσεως, ὁ τόν πάντα χρόνον τόν τε γεγονότα τόν τε ὄντα καί τόν ἐσόμενον πληρῶν, ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμίᾳ καταξιώσας ἡμᾶς εἰς νέον ἐκκλησιαστικόν ἐνιαυτόν εἰσελθεῖν· αὐτός πανάγαθε Δέσποτα, τήν εἴσοδον ταύτην τῇ θείᾳ σου Χάριτι εὐλόγησον· ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου· ὄμβρους εἰρηνικούς πρός καρποφορίαν τῇ γῇ δώρησαι· ὁ ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ· τούς ἀέρας ὑγιεινούς καί εὐκράτους ἀνθρώποις τε καί κτήνεσι κατασκεύασον· δός ἡμῖν ἐν εἰρήνῃ καί ὁμονοίᾳ βεβαίᾳ τόν κύκλον τοῦ ἐνιαυτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν κοσμουμένους, τῷ φωτί τῶν ἐντολῶν σου εὐσχημόνως ὡς ἐν ἡμέρᾳ καλῶς ὁδεύοντας.
Τήν ἁγίαν ἡμῶν Ἐκκλησίαν καλῶς διαφύλαξον· τό εὐσεβές ἡμῶν γένος τῇ δυνάμει σου κραταίωσον· τούς Ἀρχοντας ἡμῶν καί τόν Στρατόν τῇ κραταιᾷ σου χειρί στερέωσον καί κράτυνον. Τήν νεότητα παιδαγώγησον, τό γῆρας περικράτησον, τούς ἐσκορπισμένους ἐπισυνάγαγε, τούς πεπλανημένους ἐπανάγαγε καί σύναψον τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ.
Ὡς Δεσπότῃ καί Κτίστῃ ἡμῶν Φιλάνθρωπε, σοί προσπίπτομεν πίστει καί ἐκβοῶμέν σοι· τήν ἀτμόσφαιραν ἡμῶν καί τήν γῆν ἅπασαν, ἐκ λυμεώνων χαλεπῶν, διατήρει ἀσινῆ, καί δίδου ἡμῖν Οἰκτίρμον, μετάνοιαν καί ὑγιείαν, πρός σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἐλθέτω δή ἐφ’ἡμᾶς ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων, βασιλεία χρηστότητος, δικαιοσύνης, καί εἰρήνης· καί ἀξίωσον ἡμᾶς ἐν ἑνί στόματι καί μιᾶ καρδίᾳ ὑμνεῖν σε καί δοξάζειν τόν ἐν Τριάδι ἄναρχον καί αἰώνιον Θεόν εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Άπολυτίκιον τῆς πρώτης τοῦ ἐκκλησιαστικοῦ ἔτους. Ήχος β΄.
Ό πάσης Δημιουργός τῆς κτίσεως, ό καιρούς καί χρόνους ἐν τῇ Ίδία ἐξουσία θέμενος, εὐλόγησαν τόν στέφανον, τοῦ ἐνιαυτοῦ τῆς χρηστότητας σου, Κύριε, φυλάττων ἐν εἰρήνη τούς βασιλείς καί τήν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.