Ιερά Μητρόπολις Μόρφου: ΑΝΑΚΟΙΝΩΣΗ: Ἐγκύκλιος πρὸς τέλεσιν Μικροῦ Ἁγιασμοῦ εἰς τοὺς ναοὺς τῆς Μητροπόλεως Μόρφου ἔνεκα λοιμικῆς άσθένειας
Πρὸς τοὺς Αἰδεσιμωτάτους Ἐφημερίους, τοὺς εὐλαβεστάτους ἐκκλησιαστικοὺς Ἐπιτρόπους καὶ τὸ Χριστεπώνυμον πλήρωμα τῆς Θεοσώστου Μητροπολιτικῆς περιφερείας Μόρφου.
Τέκνα ἐν Κυρίῳ ἀγαπητά,
Κατέστη πρόσφατα ἀρκετὰ ἐμφανὲς ὅτι ἔχουμε ἤδη εἰσέλθει σὲ μιὰ ἐποχή, κατὰ τὴν ὁποία, ἕνεκα τῆς πλήθυνσης τῶν ἁμαρτιῶν μας καὶ τῆς συνεπαγομένης αὔξησης τῆς πειρασμικῆς ἐνέργειας στὸν κόσμο, ἔχουν συναυξηθεῖ καὶ οἱ ποικίλες ἀσθένειες, ἀσφαλῶς κατὰ παραχώρηση Θεοῦ, ποὺ ἐπιτρέπει τὶς ὅποιες δοκιμασίες γιὰ νὰ μᾶς ὁδηγήσει σὲ μετάνοια καὶ ἐπιστροφὴ στὸ θέλημά Του.
Μέσα στὸ κύμα αὐτὸ τῶν δοκιμασιῶν τῆς ἀνθρωπότητας, ἐδῶ καὶ μερικοὺς μῆνες εἴμαστε ὅλοι μάρτυρες μιᾶς νέας λοιμικῆς, δηλαδὴ μεταδοτικῆς ἀσθένειας, μίας μορφῆς τοῦ λεγομένου κορωνοϊοῦ, μὲ χιλιάδες προσβληθέντες καὶ ἀποβιώσαντες σὲ μεγάλη κλίμακα, ποὺ τείνει νὰ λάβει παγκόσμια ἐξάπλωση, μὲ ὅλα τὰ ἀνησυχητικὰ παρεπόμενά της. Ἀσφαλῶς ἐμεῖς δὲν μποροῦμε νὰ παραμείνουμε ἀπαθεῖς στὸ δράμα αὐτὸ χιλιάδων συνανθρώπων μας, οὔτε νὰ ἐπαναπαυθοῦμε ὅτι ἐμεῖς ἐπὶ τοῦ παρόντος δὲν κινδυνεύουμε, γιατὶ μπορεῖ ὁ Κύριος νὰ ἐπιτρέψει νὰ ἔλθει καὶ στὸν τόπο μας ἡ δοκιμασία αὐτή.
Ἡ Ἐκκλησία μας μᾶς δίνει πολλὰ ὅπλα πνευματικά, γιὰ νὰ ἀμυνθοῦμε ἐνώπιον καὶ τῆς ἀσθένειας αὐτῆς, ἀλλὰ καὶ κάθε δοκιμασίας, καὶ νὰ ἐξιλεώσουμε τὴν ἀγαθότητά Του. Πρώτιστο ὅπλο ἡ εἰλικρινής μας μετάνοια καὶ Ἐξομολόγηση, καὶ ἡ διόρθωση τῆς ἁμαρτωλῆς μας ζωῆς. Καὶ μαζί, ἡ θερμὴ προσευχὴ γιὰ ὅλο τὸν κόσμο, γιὰ τὸν παναθρώπινο πόνο, ἡ ἐνσυνείδητη μετοχὴ στὴν Θεία Κοινωνία, ἡ ἐλεημοσύνη, ἡ συγχωρητικότητα τῶν ἄλλων, ἡ ἀγάπη, ἡ ἐνάρετη ζωή. Κι ἀκόμη, ἡ Ἐκκλησία μᾶς παρέδωσε καὶ ἕνα ἄλλο εὐλογημένο καὶ ἰσχυρὸ κατὰ τῶν ἀσθενειῶν ὅπλο, τὸν Ἁγιασμό, Μικρὸ καὶ Μεγάλο. Ἕνας μεγάλος σύγχρονος ἅγιος, κληρικός, ὁμολογητὴς καὶ κορυφαῖος ἐπιστήμονας, ὁ γνωστὸς σὲ ὅλους μας ἅγιος Λουκᾶς ὁ ἰατρός, ἐπίσκοπος Συμφερουπόλεως καὶ Κριμαίας (1877-1961), ἔλεγε συχνά: «Πίνετε καθημερινὰ μικρὸ Ἁγιασμό. Δὲν ὑπάρχει καλύτερο φάρμακο γιὰ τὶς ἀσθένειες. Αὐτὸ σᾶς τὸ λέγω ἀπὸ τὴν πείρα μου, ὄχι μονάχα ὡς κληρικός, ἀλλὰ καὶ ὡς ἰατρός». Κι αὐτό, γιατὶ ὅπως ἔλεγε ὁ ἴδιος ἅγιος, ἀλλὰ καὶ πολλοὶ σύγχρονοι ἅγιοι, ὅπως ὑπάρχουν σωματικὰ μικρόβια, ὑπάρχουν καὶ ψυχικά. Καὶ ἡ χάρη τοῦ Ἁγιασμοῦ ἐξουδετερώνει καὶ τὰ σωματικὰ καὶ τὰ πνευματικὰ μικρόβια τῆς ψυχῆς.
Καὶ ἐπειδὴ τώρα διανύουμε τὴν εὐλογημένη περίοδο τῆς Μεγάλης Τεσσαρακοστῆς, περίοδο κατεξοχὴν μετάνοιας καὶ πνευματικοῦ ἀγώνα, θεωρήσαμε καλὸ νὰ τελεσθεῖ ἡ Ἀκολουθία τοῦ Μικροῦ Ἁγιασμοῦ σὲ ὅλους τοὺς ναοὺς τῆς Μητροπολιτικῆς μας περιφέρειας, κατὰ τὴν τάξη ποὺ ἀποστέλλουμε συνημμένα. Ἡ Ἀκολουθία αὐτή, στὴν ὁποία καὶ ἐπισυνάψαμε εἰδικὴ εὐχὴ σὲ ἀπειλὴ λοιμικῆς ἀσθένειας-ἐπιδημίας, θὰ τελεσθεῖ μετὰ τὴν ὀπισθάμβωνο εὐχὴ κατὰ τὴ Θεία Λειτουργία τῆς Β´καὶ Δ´ Κυριακῆς τῶν Νηστειῶν καὶ κατὰ τὸ Σάββατο τοῦ Λαζάρου. Οἱ πιστοὶ νὰ τὸ ἔχουν ὑπόψη τους, ὥστε μετὰ τὸ πέρας τῆς Ἀκολουθίας νὰ πάρουν μαζί τους στὸ σπίτι Ἁγιασμό, τὸν ὁποῖο νὰ πίνουν τὸ πρωὶ νηστικοὶ (ἐκτὸς ἀσφαλῶς τὶς ἡμέρες ποὺ θὰ ἐκκλησιασθοῦν).
Καί, μὲ τὴν πνευματική μας ἐν μετανοίᾳ ζωή, τὴ μετοχή μας στὰ Μυστήρια καὶ τὸν Ἁγιασμό, ἡ Χάρη τοῦ Θεοῦ δὲν θὰ μᾶς ἐγκαταλείψει, κατὰ τὴν ἀψευδή ὑπόσχεσή Του, ποὺ εἶπε, «Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα (τὰ ἀπαραίτητα γιὰ τὴν ἐπὶ γῆς εὐημερία μας) προστεθήσεται ὑμῖν».
Εὐχόμενοι εὐλογημένον τὸ ἐπίλοιπον Στάδιον τῶν ἁγίων καὶ Καλὴν Ἀνάστασιν νὰ φθάσουμε, διατελοῦμε
Μετὰ πολλῶν εὐχῶν καὶ τῆς ἐν Χριστῷ ἀγάπης,
Σημείωση: Ἡ παροῦσα Ἐγκύκλιος δέον, ὅπως ἀναγνωσθῇ ὑπὸ τῶν εὐλαβεστάτων ἐφημερίων μετὰ τὸ πέρας τῆς Θείας Λειτουργίας τῆς Κυριακῆς τῆς Ὀρθοδοξίας (08.03.2020), καὶ πρὶν τὴν ὀπισθάμβωνο εὐχὴ τῆς Β´ Κυριακῆς τῶν Νηστειῶν (15.03.2020), πρὸς ἐνημέρωση τῶν πιστῶν.
Ἐκ τῆς Ἱερᾶς Μητροπόλεως Μόρφου
***
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν, τιθεμένης κολυμβήθρας μετὰ ὕδατος ἐν τῷ μέσῳ τοῦ Σολέα, τελεῖται ἡ ἑξῆς συντετμημένη Ἀκολουθία τοῦ Μικροῦ Ἁγιασμοῦ.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα…
Τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ.
Καὶ νῦν…
Παναγία Θεοτόκε Παρθένε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν ἀγγέλων τὸν ὕμνον·
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’).
Δόξα. Καὶ νῦν… Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Καὶ πάλιν· Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
Προκείμενον. Ἦχος δ’.
ΑΝΑΓΝΩΣΤΗΣ: Κύριος φωτισμός μου καὶ Σωτήρ μου.
ΙΕΡΕΥΣ: Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ: Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου.
ΙΕΡΕΥΣ: Σοφία.
ΑΝΑΓΝΩΣΤΗΣ: Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
ΙΕΡΕΥΣ: Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀδελφοί, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν· Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ. Καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργησῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν Διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου Ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς Ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τάς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.
ΙΕΡΕΥΣ: Εἰρήνη σοι.
ΑΝΑΓΝΩΣΤΗΣ: Καὶ τῷ Πνεύματί σου.
ΧΟΡΟΣ: Ἀλληλούϊα. Ἦχος πλ. β’.
ΙΕΡΕΥΣ: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
ΧΟΡΟΣ: Καὶ τῷ Πνεύματί σου.
ΙΕΡΕΥΣ: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. Πρόσχωμεν.
ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.
ΙΕΡΕΥΣ: Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἐπὶ τῇ Προβατικῇ, κολυμβήθρα, ἡ ἐπιλεγομένη ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τήν του ὕδατος κίνησιν. Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάραττε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι.
ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.
ΙΕΡΕΥΣ: Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον [καὶ μετὰ ἀπὸ κάθε αἴτησιν]
ΙΕΡΕΥΣ: Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ πατρὸς καὶ Ἀρχιεπισκόπου ἡμῶν Νεοφύτου, παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς πόλεως (ἤ νήσου) ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ καταφοιτῆσαι τῷ ὕδατι τούτῳ τὴν καθαρτικήν της ὑπερουσίου Τριάδος ἐνέργειαν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ γενέσθαι τὸ ὕδωρ τοῦτο ἰαματικὸν ψυχῶν καὶ σωμάτων, καὶ πάσης ἀντικειμένης δυνάμεως ἀποτρεπτικόν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ καταπεμφθῆναι αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πάντων τῶν χρηζόντων τῆς παρὰ τοῦ Θεοῦ βοηθείας καὶ ἀντιλήψεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ φωτισθῆναι ἡμᾶς φωτισμὸν γνώσεως, διὰ τῆς ὁμοουσίου Τριάδος, τοῦ Κυρίου δεηθῶμεν.
Ὅπως Κύριος ὁ Θεὸς ἡμῶν ἀναδείξῃ ἡμᾶς υἱοὺς καὶ κληρονόμους τῆς βασιλείας αὐτοῦ, διὰ τῆς του ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφυλάξαν ἡμάς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ: Σοὶ Κύριε.
ΙΕΡΕΥΣ: Ὅτι πρέπει σοὶ πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΙΕΡΕΥΣ: Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον.
Καὶ ὁ Ἱερεὺς λέγει τὴν Εὐχὴν ταύτην·
Θεὲ μεγαλώνυμε, ὁ ποιῶν θαυμάσια, ὧν οὐκ ἔστιν ἀριθμός, ἐλθὲ τανῦν καὶ πρὸς τοὺς ἐπικαλουμένους σε δούλους σου, ἐξαπόστειλον τὸ Πνεῦμά σου τὸ ἅγιον καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο. Καὶ δὸς τοῖς μεταλαμβάνουσι καὶ ῥαντιζομένοις ἐξ αὐτοῦ ἀπαλλαγὴν παντὸς κακοῦ· στερέωσιν καὶ καθαρισμὸν οἴκων καὶ ἀπέλασιν πάσης ἀσθενείας καὶ διαβολικῆς ἐνεργείας. Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.
ΧΟΡΟΣ: Καὶ τῷ Πνεύματί σου.
ΙΕΡΕΥΣ: Τάς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
ΧΟΡΟΣ: Σοὶ Κύριε.
Ὁ Ἱερεύς, κλινόμενος, λέγει μυστικῶς τὴν Εὐχὴν ταύτην·
Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς, τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσαν ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ σου, διὰ τῆς του ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγείαν ψυχῆς τε καὶ σώματος. Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Εἶτα, λαβὼν τὸν τίμιον Σταυρόν, εὐλογεῖ τὰ ὕδατα ἐκ τρίτου, κατάγων καὶ ἀνάγων αὐτὸν ὄρθιον, καὶ ψάλλων.
Ἦχος α’.
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα (ἐκ γ’).
Εἶτα, ῥαντίζων σταυροειδῶς, ψάλλει τὸ παρὸν Τροπάριον.
Ἦχος β’.
Τῶν σῶν δωρεῶν, ἀξίους ἡμᾶς ποίησον, Θεοτόκε Παρθένε, παρορῶσα τὰ πλημμελήματα ἡμῶν, καὶ παρέχουσα ἰάματα, τοῖς ἐν πίστει λαμβάνουσι τὴν εὐλογίαν σου, Ἄχραντε.
Ο ΙΕΡΕΥΣ: Τοῦ Κυρίου δεηθῶμεν.
Ο ΧΟΡΟΣ: Κύριε, ἐλέησον.
Καὶ ἀναγινώσκει ὁ ἱερεὺς τὴν εὐχὴν ταύτην.
ΕΥΧΗ ΕΙΣ ΑΠΕΙΛΗΝ ΛΟΙΜΙΚΗΣ ΑΣΘΕΝΕΙΑΣ
Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, πανάγαθε Δέσποτα· παρέβημέν σου τὰς σωτηρίους ἐντολάς, τὰς ἱερὰς συνθήκας ἡμῶν, ἃς ἐπὶ τῷ θείῳ Βαπτίσματι, κατέναντι τοῦ μεγάλου σου Θυσιαστηρίου, ἐνώπιον Ἀγγέλων ἐποιησάμεθα καὶ ἀνθρώπων· ἠθετήσαμεν τὸ φρικτὸν Αἷμα τῆς διαθήκης, ἐν ᾧ ἡγιάσθημεν, κοινὸν ἡγησάμενοι, καὶ τῷ Πνεύματι τῆς χάριτος ἐνυβρίσαντες, καὶ τῆς φοβερᾶς καὶ ὑπερφυοῦς υἱοθεσίας καταφρονήσαντες. Πᾶσα Γραφὴ καὶ θεῖος Νόμος καὶ διδασκαλία θεόπνευστος, ψόφος κενὸς ῥήματα πράξεως ἔρημα παρ᾿ ἡμῖν ἐλογίσθησαν· ὀνόματι μόνον καὶ λόγοις τὸ σεπτὸν Εὐαγγέλιον καὶ τὸν ἀληθῆ Χριστιανισμὸν οἱ τάλανες περιφέρομεν. Αἱ χεῖρες ἡμῶν πρὸς πᾶσαν ἁρπαγὴν καὶ πλεονεξίαν γεγόνασιν ἐπιτήδειοι· οἱ πόδες ὀξεῖς καὶ ἀνομώτατοι, καὶ πρὸς πᾶσαν ἀδικίαν καὶ κακεντρέχειαν ἕτοιμοι, τῆς μερίδος τῶν ἀδελφῶν ἐπιβαίνειν καὶ καταπατεῖν, καὶ κατεσθίειν τοὺς πένητας· τὸ στόμα, τὸ τῶν ἱερῶν εὐχῶν τε καὶ λόγων ὄργανον, πάσης αἰσχρότητος καὶ μωρολογίας, ἐπιορκίας τε καὶ διαβολῆς ἀπετελέσαμεν ὄργανον· τοὺς ὀφθαλμοὺς ἡμῶν, καὶ πάσας ἡμῶν τὰς αἰσθήσεις, ἀσωτίας καὶ πάσης ἀσελγείας καθ᾿ ὑπερβολὴν ἐπληρώσαμεν· τὸν ἐν ἡμῖν βασιλεύοντα νοῦν, τὸ θεῖον ἐκεῖνο σπέρμα καταπατήσαντες, καὶ τὰ μέλη σοῦ τοῦ Χριστοῦ πόρνης μέλη ποιήσαντες, καὶ ἀντὶ ναῶν τοῦ Θεοῦ, φθορᾶς καὶ ἀκαθαρσίας ἀποθῆκαι γενόμενοι. Διὰ τοῦτο, πανάγαθε Δέσποτα, τὴν πολλήν σου φιλανθρωπίαν πρὸς ἀγανάκτησιν ἐτρέψαμεν οἱ ταλαίπωροι· τὸ πλῆθος τῶν σῶν εὐεργεσιῶν εἰς τιμωρίας ἡμῖν ἀφρόνως μετατεθείκαμεν. Καὶ ἐπειδή, μήτε τοῖς ἡμετέροις ἀγαθοῖς, μήτε τοῖς ἀλγεινοῖς τοῦ πλησίον βελτίους γεγόναμεν, δικαίως καθ᾿ ἡμῶν αὐτῶν τὴν δικαίαν σου παίδευσιν καὶ τὴν πληγὴν ἐκινήσαμεν. Ἀλλὰ μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, Κύριε. Σοὶ μόνῳ ἡμάρτομεν, ἀλλὰ καὶ σὲ προσκυνοῦμεν μόνον, καὶ μετὰ συντετριμμένης καρδίας, ὡς θυσίαν καθαράν, τὴν ἐξομολόγησιν προσφέρομεν. Ἄνες, ἄφες, φιλάνθρωπε Δέσποτα· στῆσον τὴν καθ᾿ ἡμῶν φερομένην δικαίως ταύτην μάστιγα τῆς ἐπαπειλούσης ἡμῖν λοιμικῆς ἀσθενείας· νικησάτω τὸ πλῆθος τῶν οἰκτιρμῶν σου τὸ τῶν ἁμαρτιῶν ἡμῶν πονηρὸν σύστημα· τὸ τῆς σῆς ἀπείρου χρηστότητος πέλαγος κατακαλυψάτω τῆς κακίας ἡμῶν τὴν πικρὰν θάλασσαν. Ἔχομεν τῆς σῆς φιλανθρωπίας ὑποδείγματα μέγιστα, λῃστὰς καὶ πόρνας, τελώνας καὶ τὸν ἄσωτον υἱόν, ἅ τινες ἡμᾶς τοὺς ἀθλίους παρευδοκιμοῦσι, καὶ εἰς τὴν τῶν οὐρανῶν Βασιλείαν προάγουσι. Μετὰ τούτων καὶ ἡμᾶς ἐξομολογουμένους σοι καὶ προσπίπτοντας πρόσδεξαι, Δέσποτα· εἰ δὲ καὶ τῆς αὐτῶν ἐπιστροφῆς καὶ εἰλικρινοῦς μετανοίας πλεῖστον ἀπολειπόμεθα, τὸ λεῖπον ἀποπληρωσάτω ἡ ἄπειρος ἀγαθότης σου, μᾶλλον δὲ καὶ τὸ πᾶν· ἐπειδὴ καὶ τοῦ παντὸς ὅλως λειπόμεθα. Ἔχεις οὖν εὐσπλαγχνίαν τε καὶ συγγνώμην παρακαλοῦντάς σε, τὸν Σταυρόν, καὶ τὸν ἑκούσιον θάνατον, ὃν ὑπὲρ ἡμῶν τῶν ἀχαρίστων ὑπέμεινας, τοὺς ἀγῶνας τῶν Ἀποστόλων, τοὺς τῶν Ὁσίων ἱδρῶτας καὶ τῶν Μαρτύρων τὰ αἵματα, καὶ πρὸ πάντων τὴν κοινὴν τῶν ἁπάντων ἐλπίδα καὶ σωτηρίαν, τὴν ὑπὲρ λόγον ἀσπόρως τεκοῦσάν σε Θεοτόκον· ὧν τὰς ἐντεύξεις φιλανθρώπως δεξάμενος, καὶ σὺν αὐτοῖς ταῖς πρεσβείαις τοῦ ἁγίου ἐνδόξου ἱερομάρτυρος Χαραλάμπους, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος Βαρβάρας καὶ τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν Ἀνθίμου τοῦ ἐν Χίου καὶ Νικηφόρου τοῦ Λεπροῦ, καὶ τῆς παρούσης λοιμικῆς ἀσθενείας, καὶ τῆς μελλούσης αἰωνίου κολάσεως ἡμᾶς ἐλευθέρωσον.
Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἀνάρχου σου Πατρός, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ο ΧΟΡΟΣ: Ἀμήν. Καὶ ψάλλει τό, Εἴη τὸ ὄνομα Κυρίου. Καὶ ἀπόλυσις.
Εἶτα οἱ πιστοὶ λαμβάνουν ἐκ τοῦ Ἁγιασμοῦ εἰς φιάλας, διὰ νὰ πίνωσι κατ᾽ οἶκον καὶ νηστικοὶ τὸ πρωί.