Ἰωάννου του Χρυσοστόμου, Είς τὸ «Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται» (Β΄ Κορ. 12, 9)
Ὅτε τὸν παναρμόνιον τουτονὶ κόσμον ἐξ ἀρχῆς ἔπλαττεν ὁ Θεὸς, θαύματα ἐπὶ θαύμασιν εἰργάσατο, οὐ νόμῳ φύσεως δουλεύων, ἀλλ' ἐξουσίᾳ δυνάμεως πάντατεκταινόμενος. Οἷόν τι λέγω· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἶδες τάξιν καὶ ἀκολουθίαν; Πρότερον τὸν ὄροφον, καὶ τότε τὸ ἔδαφος. Ὅπερ γὰρ εἶπον, οὐ νόμῳ φύσεως ἐδούλευεν, οὐδὲ τάξει τέχνης, ἀλλ' ἐξουσίᾳ δυνάμεως. Εἱστήκει ἡ στέγη, καὶ τὸ ἔδαφος οὐκ ἐφαίνετο· ἡ γὰρ δύναμις τοῦ ἐργαζομένου πάντα διεκράτει. Ἐρώτησον τὸν αἱρετικόν· Εἰπέ μοι, πῶς ἡ στέγη ἐγένετο, καὶ τὸ ἔδαφος οὐχ ὑπέκειτο; εἰπέ μοι τὸν λογισμὸν, εἰπέ μοι τὸν τρόπον. Ἀλλὰ σιγᾷς, καὶ πίστει σεαυτῷ παραχωρεῖς. Ποίας ἄξιος εἶ συγγνώμης, τὰ μὲν κοσμικὰ καὶ ἐπίγεια τῇ πίστει σεαυτῷ παραχωρῶν, τὰ δὲ θεῖα καὶ ἐπουράνια περιεργαζόμενος καὶ πολυπραγμονῶν; Ἐποίησε τὸν οὐρανὸν [...]