Ἀποστολικό ἀνάγνωσμα Κυριακῆς Δ΄ Νηστειῶν
Διακόνου Μιχαήλ Νικολάου Θεολόγου (Ἑβρ. στ΄, 13-20) Ἀδελφοί, τῷ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ, 14 λέγων· ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε· 15 καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. 16 ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· 17 ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, 18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχομεν οἱ καταφυγόντες κρατῆσαι...
