Αγίου Γρηγορίου του Θεολόγου: Λόγος μβ΄ Συντακτήριος, Εἰς τὴν τῶν ΡΝ΄ (150) ἐπισκόπων παρουσίαν
1. Πῶς ὑμῖν τὰ ἡμέτερα, ὦ φίλοι ποιμένες καὶ συμποιμένες· ὧν ὡραῖοι μὲν οἱ πόδες, εὐαγγελιζομένων εἰρήνην καὶ ἀγαθὰ, μεθ᾿ ὧν ἐληλύθατε· ὡραῖοι δὲ τὰ πρὸς ἡμᾶς, οἷς εἰς καιρὸν ἐληλύθατε, οὐχ ἵνα πρόβατον πλανώμενον ἐπιστρέψητε, ἀλλ᾿ ἵνα ποιμένα ἔκδημον ἐπισκέψησθε; Πῶς τὰ τῆς ἐκδημίας ὑμῖν ἔχει τῆς ἡμετέρας; καὶ τίς ὁ ταύτης καρπὸς, μᾶλλον δὲ, τοῦ ἐν ἡμῖν Πνεύματος, ᾧ κινούμεθά τε ἀεὶ, καὶ νῦν κεκινήμεθα, μηδὲν ἴδιον ἔχειν ἐπιθυμοῦντες, μήτ᾿ ἴσως ἔχοντες; Ἆρά γε συνίετε παρ᾿ ὑμῶν αὐτῶν, καὶ καταμανθάνετε, καὶ λογισταὶ τῶν ἡμετέρων ἐστὲ χρηστότεροι; ἢ [...]