«Τὸν ἀγεώτρητον βότρυν βλαστήσασα ἡ ἄμπελος»
Χρήστου Πεττεμερίδη Θεολόγου - Φιλολόγου Κοντάκιον Ἦχος πλ. β΄ «Ὁ πρὸ Ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθείς, ἐπὶ τῆς γῆς ἀπάτωρ ἐσαρκώθη σήμερον ἐκ σοῦ· ὅθεν Ἀστὴρ εὐαγγελίζεται Μάγοις, Ἄγγελοι δὲ μετὰ Ποιμένων ὑμνοῦσι, τὸν ἄχραντον Τόκον σου, ἡ Κεχαριτωμένη. Ὁ Οἶκος Τὸν ἀγεώργητον βότρυν βλαστήσασα, ἡ μυστικὴ ἄμπελος ὡς ἐπὶ κλάδων, ἀγκάλαις ἐβάσταζε, καὶ ἔλεγε. Σὺ εἶ καρπός μου, σὺ εἶ ἡ ζωή μου. Ἀφ' οὗ ἔγνων, ὅτι καὶ ὃ ἤμην εἰμί, σύ μου Θεός· τὴν γὰρ σφραγῖδα τῆς Παρθενίας μου ὁρῶσα ἀκατάλυτον, κηρύττω σε ἄτρεπτον Λόγον, σάρκα γενόμενον. Οὐκ οἶδα σποράν, οἶδά σε λύτην τῆς [...]