Εὐχή ὑπέρ τοῦ Περιβάλλοντος ἡμᾶς στοιχείου καί εὐσταθείας πάσης τῆς Kτίσεως
Κύριε ὁ Θεός ἡμῶν, ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ὁ Δημιουργός τοῦ περιβάλλοντος ἡμᾶς στοιχείου καί ὁ Κυβερνήτης πάσης τῆς κτίσεως, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν· ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς· ὁ καιρούς καί χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, ὁ ἄναρχος καί ἀτελεύτητος καί ἐπέκεινα παντός χρόνου νοούμενός τε καί ὑπάρχων, ὁ πάσης ἐκτός μεταβολῆς τε τῶν ὄντων καί ἀλλοιώσεως, ὁ τόν πάντα χρόνον τόν τε γεγονότα τόν τε ὄντα καί τόν [...]